- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:50.1-50.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼检阅部队并清点伤亡,总结出未能赢得决定性胜利的主因在于阿尔塔瓦斯德的撤离,但因军队困乏而暂未追究,直至日后将其诱捕并在亚历山大里亚举行凯旋式。
ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν Ἀντώνιος εὗρε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν πολεμίων, ἀλλʼ ὑπὲρ ἡμίσεις νοσήσαντας. ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαις δὲ ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς διώξεις.
安东尼在此检阅部队,发现已有两万步兵和四千骑兵丧生,且并非全都毙于敌手,倒有半数以上是死于疾病。他们自弗拉阿塔行军二十七日,在十八场战斗中击溃了帕提亚人,但由于他们进行的追击规模微小且不彻底,这些胜利既无决定性的威势,亦无巩固的成效。
ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος.1 εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν,2 ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν3 τοσαυτάκις.
由此尤为显明的是,亚美尼亚人阿尔塔瓦斯德剥夺了安东尼赢得那场战争彻底胜利的机会。因为如果被他从米底亚带走的那一万六千名骑兵当时在场——他们装备与帕提亚人相若,且习惯于同其交战——那么,在罗马人击溃正面作战的敌人、由他们负责拦截逃敌的情况下,被击败的敌人绝不可能这般屡次重振旗鼓并再度逞凶。
ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς.
因此,众人群情激愤,催促安东尼严惩亚美尼亚人。但他深思熟虑,鉴于军队已元气大伤且陷入匮乏,既未责难其背叛之举,亦未削减对其惯有的亲善与礼遇。
ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν. ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.
然而日后他再次进犯亚美尼亚,以诸多许诺与邀请说服其落入自己掌心,便将其逮捕,戴上枷锁押解至亚历山大里亚,且举行了凯旋式。此举令罗马人极为痛心,因其被视为为了克利奥帕特拉而将祖国尊严崇高的典仪施予埃及人。这些都是后来的事了。
- 50.2ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος
关系代词与格 ᾧ 作为代词连接词指代前句整件事,表手段或原因(“由此”)。κατάδηλος ἦν 后的结构并非无人称句(κατάδηλον ἦν ὅτι...),而是分词 ἀφελόμενος 与主格主语 Ἀρταουάσδης 相一致的人称句式(“阿尔塔瓦斯德显明夺走了……”)。动词 ἀφαιρέομαι 带双宾格(Ἀντώνιον 与 τὸ τέλος),意为“剥夺了安东尼那场战争的结局”。
- 50.2εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν
先行词短语 ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους 受关系代词 οὓς 的格位同化而被纳入关系从句中(先行词内并/逆向同化)。若还原为主格,其实质为 εἰ γὰρ οἱ ἱππεῖς ... οὓς ἀπήγαγεν ... παρῆσαν,作条件从句 εἰ ... παρῆσαν 的主语,构成与过去事实相反的虚拟条件句(其结论句为 οὐκ ἂν ὑπῆρξεν)。
- 50.2οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν
非人称用法的 οὐκ ἂν ὑπῆρξεν 支配与格 αὐτοῖς ἡττωμένοις(“对失败的他们而言”)以及并列的不定词 ἀναφέρειν καὶ ἀνατολμᾶν,构成与过去事实相反的结论句,表示客观可能性:“败退的他们本不可能重整旗鼓并再度逞凶”。
