← 普鲁塔克

安东尼传

§49.1-49.4

摆脱帕提亚追兵与渡过阿拉克塞斯河

罗马军队顶住帕提亚人的袭扰推进至河边并成功渡河摆脱追击,随后历经跋涉渡过界河阿拉克塞斯河,平安返回亚美尼亚境内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

ἤδη δʼ ὑπέλαμπεν ἡμέρα, καὶ τοῦ στρατοῦ κόσμον ἀρχομένου τινὰ λαμβάνειν καὶ ἡσυχίαν προσέπιπτε τοῖς τελευταίοις τὰ τῶν Πάρθων τοξεύματα, καὶ μάχης σημεῖον ἐδόθη τοῖς ψιλοῖς. οἱ δὲ ὁπλῖται πάλιν ὁμοίως κατερέψαντες ἀλλήλους τοῖς θυρεοῖς ὑπέμενον τοὺς βάλλοντας ἐγγὺς οὐ τολμῶντας συνελθεῖν.1

天色已然破晓,军队刚开始恢复些许秩序与安宁,帕提亚人的箭雨便落向后卫部队,战斗的号令随之下达给轻装步兵。而重装步兵则再次如法炮制,以大盾相互覆庇,抵挡住那些投射远程武器却不敢近身交锋的敌兵。

§49.2

ὑπαγόντων δὲ κατὰ μικρὸν οὕτως τῶν πρώτων ὁ ποταμὸς ἐφάνη· καὶ τοὺς ἱππεῖς ἐπʼ αὐτῷ παρατάξας Ἀντώνιος ἐναντίους τοῖς πολεμίοις διεβίβαζε τοὺς ἀσθενεῖς πρώτους. ἤδη δὲ καὶ τοῖς μαχομένοις ἄδεια καὶ ῥᾳστώνη τοῦ πιεῖν ἦν. ὡς γὰρ εἶδον οἱ Πάρθοι τὸν ποταμόν, τάς τε νευρὰς ἀνῆκαν καὶ θαρροῦντας ἐκέλευον διαπερᾶν τοὺς Ῥωμαίους, πολλὰ τὴν ἀρετὴν αὐτῶν ἐγκωμιάζοντες.

在前锋部队如此缓缓推进之时,那条河流映入了眼帘;安东尼将骑兵列阵于河岸面向敌人,让伤病员先行渡河。不久,连正在交战的兵士也有了从容饮水的闲暇与安全。因为帕提亚人一见到这条河,便松开了弓弦,一面盛赞罗马人的勇敢,一面呼喊他们大可安心渡河。

§49.3

διαβάντες οὖν καθʼ ἡσυχίαν αὑτοὺς ἀνελάμβανον, εἶτα ὥδευον, οὐ πάνυ τι τοῖς Πάρθοις πιστεύοντες. ἕκτῃ δʼ ἡμέρᾳ μετὰ τὴν τελευταίαν μάχην ἐπὶ τὸν Ἀράξην ποταμὸν ἧκον, ὁρίζοντα Μηδίαν καὶ Ἀρμενίαν. ἐφάνη δὲ καὶ βάθει καὶ τραχύτητι χαλεπός· καὶ λόγος διῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμίους ἐπιθήσεσθαι διαβαίνουσιν αὐτοῖς.2

于是他们安然渡过河去,稍事恢复元气,随后继续行军,对帕提亚人并未全盘信任。在最后一战之后的第六天,他们抵达了作为米底亚与亚美尼亚界河的阿拉克塞斯河。这条河因水深浪急而看似极难渡越;军中还传出流言,说敌人在此设下埋伏,将在他们渡河时发起突袭。

§49.4

ἐπεὶ δὲ ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆς Ἀρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντες ἐκ πελάγους, προσεκύνουν καὶ πρὸς δάκρυα καὶ περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶς ἐτρέποντο. προϊόντες δὲ διὰ χώρας εὐδαίμονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολλῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς περιέπιπτον ἀρρωστήμασιν.

然而,当他们安全渡河、踏上亚美尼亚的土地时,宛如刚从汪洋大海中望见陆地一般,俯身下拜亲吻大地,因欣喜若狂而相拥而泣。但由于他们穿行于富庶之境,历经长期匮乏后毫无节制地大肆享用一切,以致许多人染上了水肿与肠胃疾患。

语法注2 条
  1. 49.1ὑπέμενον τοὺς βάλλοντας ἐγγὺς οὐ τολμῶντας συνελθεῖν

    分词短语 τοὺς βάλλοντας 作为动词 ὑπέμενον 的直接宾语,而带有否定词 οὐ 的分词 τολμῶντας 进一步作限定/附加修饰,意为“那些放箭投射却不敢近身交锋的人”。双重分词结构清楚说明了敌方袭扰的作战特性。

  2. 49.3λόγος διῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμίους ἐπιθήσεσθαι διαβαίνουσιν αὐτοῖς

    短语 λόγος διῆλθεν(“流言传开”)引出间接引语的“宾格加不定式”结构。将来时不定式 ἐπιθήσεσθαι 的逻辑主语是受分词 ἐνεδρεύοντας 修饰的宾格 τοὺς πολεμίους,而与格 διαβαίνουσιν αὐτοῖς 则是复合动词 ἐπιθήσεσθαι 的动作承受对象(“向正在渡河的他们发起进攻”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:49.1-49.4