- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:51.1-51.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼在冬季强行军中损失惨重,随后在海滨的白村焦急等待克利奥帕特拉,在纵饮与坐立不安的眺望中终于等到她的物资补给并加以分发。
τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθʼ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς1 ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν, οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων2 ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν,3 ἕως ἐκείνη κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρʼ ἐκείνης λαβών, τὸ δὲ ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς ἐκείνης διδούσης.4
然而那时,他在严冬和连绵不绝的风雪中急行军,途中损失了八千人。安东尼自己仅带少数侍从下到海边,在位于贝鲁特和西顿之间一个名为白村的地方等待克利奥帕特拉。因她迟迟未到,他在焦虑中神魂颠倒,很快就沉溺于饮酒与大醉之中,但他无法耐住性子躺卧在席,而是在大家饮酒的间隙屡次起身,跳将起来前去观望,直到她乘船驶抵,为士兵们带来了大量的衣物和钱财。不过,也有人说,衣物虽取自于她,银钱却是出自他自己的私囊,而他分发时却佯称是她所赏赐的。
- 51.1ὀλιγοστὸς
与主语(安东尼)一致的表语性形容词,表示“只带着极少数随从”或“仅有少数几人”。
- 51.2μεταξὺ πινόντων
介词 μεταξύ 后接现在分词属格 πινόντων。此处可看作省略了逻辑主语的属格独立结构(“在人们饮酒之际”),亦可看作表示时间伴随的介词结构(“在饮酒之中/席间”)。其后分词 ἀνιστάμενος 与 ἀναπηδῶν 的主语仍是安东尼。
- 51.2ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν
不定式 ἐπισκοπεῖν 附属于动作动词 ἀναπηδῶν,表示目的(“为了前去眺望/巡视”)。这体现了后古典期散文中跟在运动动词后表示目的的不定式用法。
- 51.2διένειμεν ὡς ἐκείνης διδούσης
连词 ὡς 与属格独立结构 ἐκείνης διδούσης 连用,表示主语(安东尼)所声称的借口、假托或表象(“假装是她所赠予的那样”),而非客观事实。
