← 普鲁塔克

安东尼传

§4.1-4.4

安东尼的英雄形貌与慷慨作风

本节记叙了安东尼酷似赫拉克勒斯的雄壮外貌、军人风范的不拘小节及其笼络人心的慷慨气度,并记述了他识破管家刁难而反将赏赐加倍的逸事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξίωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶ πλάτος μετώπου καὶ γρυπότης μυκτῆρος ἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοις Ἡρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸ ἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς Ἡρακλείδας εἶναι τοὺς Ἀντωνίους, ἀπʼ Ἄντωνος, παιδὸς Ἡρακλέους, γεγονότας.

此外,他的外貌还带有一种高贵的气魄,蓄得颇为体面的胡须、宽广的前额以及鹰钩鼻,让人觉得具有男子汉的英气,酷似画作与雕塑中的赫拉克勒斯面容。而且,世间早有古老传闻,称安东尼家族乃是赫拉克勒斯的后裔,出自赫拉克勒斯之子安东。

§4.2

καὶ τοῦτον ᾤετο τὸν λόγον τῇ τε μορφῇ τοῦ σώματος, ὥσπερ εἴρηται, καὶ τῇ στολῇ βεβαιοῦν. ἀεὶ γάρ, ὅτε μέλλοι πλείοσιν ὁρᾶσθαι, χιτῶνα εἰς μηρὸν ἔζωστο, καὶ μάχαιρα μεγάλη παρήρτητο, καὶ σάγος περιέκειτο τῶν στερεῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς ἄλλοις φορτικὰ δοκοῦντα, μεγαλαυχία καὶ σκῶμμα καὶ κώθων ἐμφανὴς καὶ καθίσαι παρὰ τὸν ἐσθίοντα καὶ φαγεῖν ἐπιστάντα τραπέζῃ στρατιωτικῇ, θαυμαστὸν ὅσον1 εὐνοίας καὶ πόθου πρὸς αὐτὸν ἐνεποίει τοῖς στρατιώταις.

安东尼也想通过如前所述的体貌特征以及自己的装束来印证这一传闻。因为每当他要出现在众人眼前时,他总是将外衣系扎至大腿高处,身侧佩挂一把大剑,外面裹着一件粗厚结实的军大氅。不仅如此,甚至连在他人看来粗鄙无礼之举——夸大其词、玩笑逗乐、公开豪饮、坐在进食的士兵身旁、或是站在行伍伙食案前就餐——反而在士兵们心中不可思议地激发出对他的极大好感与热烈爱戴。

§4.3

ἦν δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς τοὺς ἰδίους ἔρωτας. ἡ δʼ ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖον ἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην.2 ἓν δέ τι τοῦ μεγαλοδώρου παράδειγμα διηγήσομαι.

另外,他的风流秉性也绝非全无魅力,在这方面他也笼络了众多人心:他既成全那些坠入爱河之人的恋情,当他人拿自己的情事打趣时也从不恼怒而乐于受之。而他的慷慨豁达,即对待士兵与友人绝无吝惜吝啬的赠予,不仅为他走向掌握大权奠定了光辉的开端,而且在他飞黄腾达之后,哪怕基业因数以万计的其他过失而濒临倾覆,这份慷慨仍将他的权势进一步托举拔高。在此我且叙述其大手笔赠予的一个范例。

§4.4

τῶν φίλων τινὶ μυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι· τοῦτο Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δʼ ἐπιτρόπου θαυμάσαντος καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέσῳ τὸ ἀργύριον, ἠρώτησε παριὼν ὅ τι δὴ τοῦτο εἴη. τοῦ δʼ ἐπιτρόπου φήσαντος ὡς ὃ κελεύσειε δοθῆναι,3 συμβαλὼν αὐτοῦ τὴν κακοήθειαν ὁ Ἀντώνιος, ἐγὼ πλεῖον ᾤμην, ἔφη, τὸ δεκίης εἶναι· τοῦτο δὲ μικρόν ἐστιν· ὥστε ἄλλο πρόσθες αὐτῷ τοσοῦτον.

他曾吩咐将二十五万钱赐予一位友人;罗马人将此数目称作德基埃斯。管理总管大为吃惊,为了向安东尼展示这笔数目的巨大,便将这批银钱堆在庭堂中央;安东尼路过时,询问这究竟是何物。总管回答说这就是他下令赏赐之物,安东尼看穿了他的恶意,便说道: “我原本以为所谓德基埃斯会更多一些; 这未免太少了; 因此,你再给他添上同样数目的一份。”

语法注3 条
  1. 4.2θαυμαστὸν ὅσον

    源自 θαυμαστόν ἐστιν ὅσον 的习语结构,可作副词性或名词性短语用,意为“令人惊叹地”或“惊人的数量”。此处作 ἐνεποίει 的宾语,支配后接的部分属格 εὐνοίας καὶ πόθου,强调激起士兵们的好感与爱慕程度之深。

  2. 4.3ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην

    现在分词 ἀνατρεπομένην 修饰 τὴν δύναμιν。现在时分词的未完结体(尝试体)生动地表现出他的权势“正因无数其他过错而濒于倾覆/瓦解”的状态,与主动词 ἐπῆρεν 构成让步或对比关系,突显出他的仗义疏财如何在危势中反将权势托举得更高。

  3. 4.4ὡς ὃ κελεύσειε δοθῆναι

    在引导间接引语的 ὡς 之后,省略了系词谓语(如 τοῦτό ἐστιν),直接带出由关系代词 ὃ 引导的从句。κελεύσειε 在间接引语的从属从句中采用斜语气希求法(与从属于过去主时态的 φήσαντος 呼应),意为“(这正是)阁下吩咐赐予之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:4.1-4.4