- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:48.1-48.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马军队依米特拉达梯之劝告连夜赶往河流,途中却发生内部劫掠与极度恐慌,安东尼在绝望中令卫兵誓死协助自尽;随后得知河流临近且骚乱源于内哄,遂下令扎营整肃秩序。
Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶν Πάρθων εὐθύς, ὥσπερ εἰώθεισαν, ἀπαλλαττομένων, ἧκεν αὖθις ὁ Μιθριδάτης, καὶ τοῦ Ἀλεξάνδρου προσελθόντος παρῄνει μικρὸν ἡσυχάσαντα τὸν στρατὸν ἀνιστάναι καὶ σπεύδειν ἐπὶ τὸν ποταμόν, ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δὲ ἐκείνου διωξόντων.1 ταῦτα ἀπαγγείλας πρὸς Ἀντώνιον Ἀλέξανδρος ἐκφέρει παρʼ αὐτοῦ χρυσᾶ ποτήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνος, ὅσα τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς ἦν, λαβὼν ἀπήλαυνεν.
于是当帐篷正在搭建、帕提亚人如常立即退去之际,米特拉达梯再次前来;当亚历山大上前时,他劝告让军队稍事休息后便令其拔营,火速赶往那条河,因为帕提亚人绝不会渡河,只会追击到那里为止。亚历山大将此转告安东尼后,从安东尼处带出了极多的金杯和金浅碟;米特拉达梯拿走了衣服中所能藏匿的全部金器,便骑马离去了。
ἔτι δὲ ἡμέρας οὔσης ἀναζεύξαντες ἐπορεύοντο, τῶν πολεμίων οὐ παρενοχλούντων, αὐτοὶ δὲ ἑαυτοῖς νύκτα χαλεπωτάτην πασῶν ἐκείνην καὶ φοβερωτάτην ἀπεργασάμενοι. τοὺς γὰρ ἔχοντας ἀργύριον ἢ χρυσίον ἀποκτιννύντες ἐσύλων καὶ τὰ χρήματα τῶν ὑποζυγίων ἀφήρπαζον· τέλος δὲ τοῖς Ἀντωνίου σκευοφόροις ἐπιχειρήσαντες ἐκπώματα καὶ τραπέζας πολυτελεῖς κατέκοπτον καὶ διενέμοντο.
趁着天色尚明,他们拔营前进,敌人并未前来骚扰;然而他们自己却为自己造成了所有夜晚中最艰难、最可怕的一夜。因为他们杀害持有银子或金子的人并劫掠财物,抢夺驮兽上的物资;最后他们甚至对安东尼的辎重下手,将昂贵的杯皿和桌案砸碎分赃。
θορύβου δὲ πολλοῦ καὶ πλάνου τὸ στράτευμα πᾶν ἐπέχοντος ʽᾤοντο γὰρ ἐπιπεπτωκότων τῶν πολεμίων τροπὴν γεγονέναι καὶ διασπασμόνʼ Ἀντώνιος ἕνα καλέσας τῶν δορυφορούντων αὐτὸν ἀπελευθέρων, ὄνομα Ῥάμνον, ὥρκωσεν, ὅταν κελεύσῃ, τὸ ξίφος αὐτοῦ διεῖναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν, ὡς μήτε ἁλῴη ζῶν ὑπὸ τῶν πολεμίων μήτε γνωσθείη τεθνηκώς.
极大的骚乱与狂乱的逃散笼罩了全军——因为他们以为是敌人突袭导致了溃败与四散——安东尼召来一位护卫他的释奴,名叫拉姆努斯,让他发誓一旦受命,便拔剑将他〔安东尼〕刺穿并斩下首级,以免活着落入敌手,亦免得死后被人认出。
ἐκδακρυσάντων δὲ τῶν φίλων ὁ Μάρδος ἐθάρρυνε τὸν Ἀντώνιον, ὡς ἐγγὺς ὄντος τοῦ ποταμοῦ· καὶ γὰρ αὔρα τις ἀπορρέουσα νοτερὰ καὶ ψυχρότερος ἀὴρ ἀπαντῶν ἡδίω τὴν ἀναπνοὴν ἐποίει, καὶ τὸν χρόνον ἔφη τῆς πορείας οὕτω συμπεραίνειν τὸ μέτρον·2 οὐκέτι γὰρ ἦν πολὺ τὸ λειπόμενον τῆς νυκτός.
在密友们痛哭失声之时,那位马尔迪人鼓励安东尼,说河流已经近了;因为迎面吹来的一阵湿润微风与更凉爽的空气使呼吸变得惬意,而且他说行军的时间也同样证明路程的尺度将尽;因为夜色所余确实已经不多。
ἅμα δʼ ἀπήγγελλον ἕτεροι τὸν θόρυβον ἐκ τῆς πρὸς αὑτοὺς ἀδικίας καὶ πλεονεξίας εἶναι. διὸ καὶ καταστῆσαι τὸ πλῆθος εἰς τάξιν ἐκ τῆς πλάνης καὶ τοῦ διασπασμοῦ βουλόμενος ἐκέλευσε σημαίνειν κατάζευξιν.
与此同时,另有人报告说,这场骚乱源于彼此间的侵害与贪暴。因此,安东尼为了使这群人从狂乱分散中恢复秩序,下令吹响扎营的号令。
- 48.1ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δὲ ἐκείνου διωξόντων
连词 ὡς 与将来时分词的属格独立结构(διαβησομένων, διωξόντων)连用,表示说话者(米特拉达梯)所陈述的主观理由或预期(即认为帕提亚人绝不会渡河,仅会追击至该处)。
- 48.4τὸν χρόνον ἔφη τῆς πορείας οὕτω συμπεραίνειν τὸ μέτρον
在间接引语的对格加不定式结构中,τὸν χρόνον τῆς πορείας 作不定式 συμπεραίνειν 的逻辑主语,而 τὸ μέτρον 为其宾语,意为“行军的时间也同样完满了(证明了)距离的尺度”。
