← 普鲁塔克

安东尼传

§47.1-47.4

夜间山区行军与帕提亚急追及干渴

安东尼采纳米特拉达梯的警告和向导的建议,夜间改道走山区路线,但帕提亚人的迅速追击与有毒河水使罗马军陷入极度干渴与困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.1

ὁ μὲν οὕτω φράσας ἀπῆλθεν· Ἀντώνιος δὲ ἀκούσας καὶ διαταραχθεὶς συνεκάλει τοὺς φίλους καὶ τὸν ἡγεμόνα τῆς ὁδοῦ Μάρδον οὐδὲ αὐτὸν ἄλλως φρονοῦντα.1 καὶ γὰρ ἄνευ πολεμίων ἐγίνωσκε τὰς διὰ τῶν πεδίων ἀνοδίας καὶ πλάνας χαλεπὰς καὶ δυστεκμάρτους οὔσας, τὴν δὲ τραχεῖαν ἀπέφαινεν οὐδὲν ἄλλο δυσχερὲς ἢ μιᾶς ἡμέρας ἀνυδρίαν ἔχουσαν.

米特拉达梯这样说完便离去了;安东尼听闻后极为震动,召集了他的密友们以及那位马尔迪人向导,而向导本人的见解亦无二致。因为即使没有敌人,他也知道穿过平原的无路地带与迷途是艰难且难测其途的,而他指出崎岖的山路除了仅有一天的缺水之外别无困难。

§47.2

οὕτω δὴ τραπόμενος ταύτην ἦγε νυκτός, ὕδωρ ἐπιφέρεσθαι κελεύσας. ἀγγείων δὲ ἦν ἀπορία τοῖς πολλοῖς· διὸ καὶ τὰ κράνη πιμπλάντες ὕδατος ἐκόμιζον, οἱ δὲ διφθέραις ὑπολαμβάνοντες. ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δὲ ἀνίσχοντος ἥπτοντο τῶν ἐσχάτων ἀγρυπνίᾳ καὶ πόνῳ κακῶς διακειμένων· τεσσαράκοντα γὰρ καὶ διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν· καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε.2

于是安东尼转向这条路线,命令全军携带饮水,在夜间率队前行。然而大多数士兵缺乏器皿;因此有人将头盔灌满水携带,有人则用皮囊盛装。当安东尼已经前行的消息传到帕提亚人那里时,他们反常地仍在夜间便展开了追击。日出之时,他们追上了因缺觉与劳碌而已疲惫不堪的后卫部队;因为罗马人在夜间已经行进了二百四十斯塔德;而敌人在他们未曾料到如此迅速之际发起进攻,使他们陷入沮丧。

§47.3

καὶ τὸ δίψος ἐπέτεινεν ὁ ἀγών· ἀμυνόμενοι γὰρ ἅμα προῆγον. οἱ δὲ πρῶτοι βαδίζοντες ἐντυγχάνουσι ποταμῷ ψυχρὸν μὲν ἔχοντι καὶ διαυγές, ἁλμυρὸν δὲ καὶ φαρμακῶδες ὕδωρ, ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆς κοιλίας καὶ τοῦ δίψους ἀναφλεγομένου παρεῖχε.3 καὶ ταῦτα τοῦ Μάρδου προλέγοντος οὐδὲν ἧττον ἐκβιαζόμενοι τοὺς ἀνείργοντας ἔπινον.

战斗更加剧了干渴,因为他们一边自卫一边向前推进。走在最前头的人遇到了一条河流,河水清澈而冰凉,却又咸涩且有毒害,一旦饮下便立即引起肠绞痛并剧烈刺激干渴。尽管马尔迪人已事先警告过这一点,他们仍推开阻拦者强行饮用。

§47.4

Ἀντώνιος δὲ περιϊὼν ἐδεῖτο βραχὺν ἐγκαρτερῆσαι χρόνον· ἕτερον γὰρ οὐ πόρρω ποταμὸν εἶναι πότιμον, εἶτα τὴν λοιπὴν ἄφιππον καὶ τραχεῖαν,4 ὥστε παντάπασιν ἀποστρέψασθαι τοὺς πολεμίους. ἅμα δὲ καὶ τοὺς μαχομένους ἀνεκαλεῖτο καὶ κατάζευξιν ἐσήμαινεν, ὡς σκιᾶς γοῦν μεταλάβοιεν οἱ στρατιῶται.

安东尼则巡视全军,恳求他们再坚忍片刻;因为他说不远处还有另一条适于饮用的河流,自那之后余下的道路崎岖不便骑兵通行,以致敌人将彻底退走。与此同时,他也召回交战中的士兵并下达扎营指令,以便士兵们至少能分得一些阴凉。

语法注4 条
  1. 47.1οὐδὲ αὐτὸν ἄλλως φρονοῦντα

    宾格分词 φρονοῦντα 与前文的 τὸν ἡγεμόνα τῆς ὁδοῦ Μάρδον(马尔迪人向导)保持一致,表示“向导本人也没有其他想法(所见略同)”。ἄλλως 为副词,意为“以其他方式”、“不同地”。

  2. 47.2καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε

    句子的主语是由中性单数冠词 τὸ 引导的定冠词不定式短语 τὸ ... ἐπελθεῖν τοὺς πολεμίους(敌人袭来之事)。与格分词 μὴ προσδοκῶσιν(对于未曾料到的[罗马士兵们])作为关系与格/利益与格附属于动作。主谓动词为 παρεῖχε,宾语是 ἀθυμίαν。

  3. 47.3ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆς κοιλίας καὶ τοῦ δίψους ἀναφλεγομένου παρεῖχε

    中性关系代词 ὃ 指代前文的 ὕδωρ,作 παρεῖχε 的主语;被动分词 ποθέν 与 ὃ 一致(“被饮下之后”)。句中并列插入了两个属格绝对结构(ἑλκομένης τῆς κοιλίας 与 τοῦ δίψους ἀναφλεγομένου),用以说明伴随肠绞痛(ὀδύνας,παρεῖχε 的直接宾语)而产生的症状。

  4. 47.4εἶτα τὴν λοιπὴν ἄφιππον καὶ τραχεῖαν

    承接前一分句(ἕτερον γὰρ ... εἶναι)的间接引语结构,省略了不定式 εἶναι。宾格主语 τὴν λοιπήν 省略了 ὁδόν(“余下的路”),搭配宾格表语形容词 ἄφιππον καὶ τραχεῖαν(“不利于骑兵且崎岖的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:47.1-47.4