← 普鲁塔克

安东尼传

§46.1-46.4

帕提亚人的佯和与米特拉达梯的告警

帕提亚人假意讲和,企图诱使罗马人走平原路线;莫奈塞斯的堂弟米特拉达梯赶来军营告密,揭露敌军全军设伏的阴谋,警告安东尼莫蹈克拉苏之覆辙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις εἰρηνικῶς ἀνεμίγνυντο τοῖς ἐπὶ χιλὸν ἢ σῖτον προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνειμένας, ἔλεγον ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευτέρας ὁδὸν ἡμέρας οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς ἀπωτέρω κώμας φυλάττοντες.

帕提亚人既无法扰乱罗马人的军队,又无法冲散他们的队形,并且已经屡遭击败而逃散,于是又和善地混入外出搜集草料或粮食的人群中,展示他们松开的弓弦,宣称他们自己即将撤走,并以此作为复仇行动的终结;只有少数米底亚人还会跟随行军一两天的路程,绝不予以骚扰,而只是保护更远处的村落。

§46.2

τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν, ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν ὀρῶν.1 οὕτω δὲ ποιεῖν μέλλοντος2 ἧκεν ἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦ παρʼ Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος. ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων ἢ Συριστί.

这些话语伴随着致意与亲善之举,以致罗马人重获勇气,而安东尼听闻之后也更倾向于取道平原,因为据说穿过山区的路线水源匮乏。然而就在他正准备这样做时,敌阵中有一名叫米特拉达梯的人来到营地,他是曾投奔安东尼并获赐三座城镇的莫奈塞斯的堂弟。他要求派一个通晓帕提亚语或叙利亚语的人前来进行交涉。

§46.3

καὶ προσελθόντος Ἀλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντωνίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξανδρον εἰ λόφους συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷ πρόσωθεν. φήσαντος δὲ ὁρᾶν, ὑπʼ ἐκείνοις, ἔφη πανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς.

当安东尼的密友安条克的亚历山大上前时,米特拉达梯先私下道明了自己的身份,并将这份情谊归于莫奈塞斯,接着询问亚历山大是否望见了前方连绵高耸的山丘。当对方回答看得见时,他说: “在那些山丘脚下, 帕提亚人正全军伏击你们。

§46.4

τὰ γὰρ μεγάλα πεδία τῶν λόφων τούτων ἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπατημένους ὑπʼ αὐτῶν ἐνταῦθα τρέψεσθαι, τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲν οὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας.3

因为那辽阔的平原与这些山丘相连,他们正指望你们受其蒙骗而转向那里,放弃翻越山区的道路。那条山区之路固然有你们所习以为常的干渴与劳苦,但安东尼若沿此平原行军,当知克拉苏的厄运正等待着他。”

语法注3 条
  1. 46.2ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν ὀρῶν

    带有名词 ὁδοῦ 省略的属格独立结构。τῆς (ὁδοῦ) διὰ τῶν ὀρῶν(穿过山区的路线)为主语,ἀνύδρου εἶναι 作 λεγομένης 的补足不定式。整个分词短语作表原因的状语,意为“因为据说翻越山区的道路水源匮乏”。

  2. 46.2οὕτω δὲ ποιεῖν μέλλοντος

    属格独立结构,其逻辑主语 Ἀντωνίου 承接上文的语境而省略。ποιεῖν 指代前文所述“选择平原行军”。

  3. 46.4ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας

    ταύτῃ 为阴性单数与格,作副词表示路径(“由这条路”)。动词 ἴστω 是 οἶδα 的第三人称单数现在时命令式,后接“宾格+分词”(αὐτὸν ... ἐκδεχομένας)作为认知动词的补足成分,构成警告句式:“当知克拉苏的厄运正等待着他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:46.1-46.4