- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:45.1-45.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马军以龟甲阵击退了帕提亚骑兵的追击,但随即陷入严重饥荒,甚至因误食毒草而发狂致死,安东尼目睹惨状,不禁赞叹当年色诺芬率领“万人军”生还的壮举。
τῇ δὲ ὑστεραίᾳ φραξάμενοι βέλτιον προῆγον· καὶ τοῖς Πάρθοις ἐπιχειροῦσι πολὺς ἀπήντα παράλογος. οἰόμενοι γὰρ ἐφʼ ἁρπαγὴν καὶ λεηλασίαν, οὐ μάχην, ἐλαύνειν, εἶτα πολλοῖς βέλεσιν ἐντυγχάνοντες, ἐρρωμένους δὲ καὶ νεαλεῖς ταῖς προθυμίαις ὁρῶντες, αὖθις ἐξέκαμνον.
次日,他们做好了更严密的防护继续前进;帕提亚人的攻击遭遇了极大的意外。因为他们原以为自己是来掳掠洗劫而非交战的,结果不仅遭遇了大量的矢石,而且见到罗马人士气旺盛、精力充沛,便再次泄了气。
ἐπεὶ δὲ καταβαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλινῶν ἐπέθεντο καὶ βραδέως ὑπεξάγοντας ἔβαλλον, ἐπιστρέψαντες οἱ θυρεοφόροι συνέκλεισαν εἴσω τῶν ὅπλων τοὺς ψιλούς, αὐτοὶ δὲ καθέντες εἰς γόνυ προὐβάλοντο τοὺς θυρεούς· οἱ δὲ ὄπισθεν ὑπερέσχον αὐτῶν τὰ ὅπλα κἀκείνων ὁμοίως ἕτεροι. τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμενον ὄψιν τε θεατρικὴν παρέχει, καὶ τῶν προβλημάτων στεγανώτατόν ἐστι πρὸς τοὺς ὀϊστοὺς ἀπολισθαίνοντας.
但是,当罗马人从一些倾斜的山丘向下走时,帕提亚人发起了进攻,向缓慢撤退的他们射箭;持盾的重装步兵便转过身来,将轻装兵掩护在武器内侧,自己则单膝跪地,将盾牌向前挺出;他们身后的人把盾牌架在他们上方,再后面的人也同样以此类推。这种形同屋顶的阵式,不仅呈现出一种戏剧般的景观,而且是对抗滑落箭矢最为严密的遮蔽防护。
οἱ μέντοι Πάρθοι τὴν εἰς γόνυ κλίσιν τῶν Ῥωμαίων ἀπαγόρευσιν ἡγούμενοι καὶ κάματον εἶναι, τὰ μὲν τόξα κατέθεντο, τοὺς δὲ κοντοὺς διαλαβόντες ἐγγὺς προσέμιξαν. οἱ δὲ Ῥωμαῖοι συναλαλάξαντες ἐξαίφνης ἀνέθορον, καὶ τοῖς ὑσσοῖς παίοντες ἐκ χειρὸς ἔκτεινάν τε τοὺς πρώτους καὶ τροπὴν ἔθεντο τῶν ἄλλων ἁπάντων. ἐγίνετο δὲ ταῦτα καὶ ταῖς ἄλλαις ἡμέραις ἐπὶ μικρὸν ἀνυόντων τῆς ὁδοῦ.1
然而,帕提亚人以为罗马人屈膝是因筋疲力竭而放弃抵抗,于是放下了弓,握起长矛逼近前去。罗马人却齐声呐喊,骤然跃起,用标枪近身戳刺,斩杀了前列的敌人,并使所有其余的敌军溃败逃散。在接下来的几天里也是如此,而他们的行军路程却推进甚微。
καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ σῖτόν τε βραχὺν καὶ διὰ μάχης ποριζομένου καὶ τῶν πρὸς ἄλετον σκευῶν οὐκ εὐποροῦντος. τὰ γὰρ πολλὰ κατελείπετο, τῶν μὲν ἀποθνησκόντων ὑποζυγίων, τῶν δὲ τοὺς νοσοῦντας καὶ τραυματίας φερόντων. λέγεται δὲ χοῖνιξ Ἀττικὴ πυρῶν πεντήκοντα δραχμῶν ὤνιος γενέσθαι· τοὺς δὲ κριθίνους ἄρτους πρὸς ἀργύριον ἱστάντες ἀπεδίδοντο.2
饥荒也向这支军队袭来,因为他们获得的粮食微薄且须历经战斗才能取得,又缺乏研磨的器具。大部分器具都遗弃了,因为部分驮畜死去了,其余的则驮运伤病员。据说一阿提卡科尼克斯的小麦竟售至五十德拉克马,大麦面包则是按与银子同等的重量称重出售。
τραπόμενοι δὲ πρὸς λάχανα καὶ ῥίζας ὀλίγοις μὲν ἐνετύγχανον τῶν συνήθων, ἀναγκαζόμενοι δὲ πειρᾶσθαι καὶ τῶν ἀγεύστων πρότερον ἥψαντό τινος πόας ἐπὶ θάνατον διὰ μανίας ἀγούσης. ὁ γὰρ φαγὼν οὐδὲν ἐμέμνητο τῶν ἄλλων οὐδὲ ἐγίνωσκεν, ἓν δʼ ἔργον εἶχε, κινεῖν καὶ στρέφειν πάντα λίθον, ὥς τι μεγάλης σπουδῆς ἄξιον διαπραττόμενος.
他们转而采食野菜和植物根茎,却很少能找到常见的种类;由于被迫去尝试从未尝过的东西,他们吃了一种能经由疯狂致死的毒草。吃了它的人再记不得、也认不出别的事物,只做一件事:搬动、翻转每一块石头,仿佛在从事极其重大的事业一般。
ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων· τέλος δὲ χολὴν ἐμοῦντες ἔθνησκον, ἐπεὶ καὶ τὸ μόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν, ὦ μύριοι,3 θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.
平原上到处都是伏地之人,围着石头挖掘并搬运它们;最终他们吐出苦胆而死去,因为连唯一的对抗之物——葡萄酒,也已经告罄。在大量士卒丧命、帕提亚人仍不撤离的困境下,据载安东尼常常高声呼喊道: “啊,那一万人啊!” 他这是在钦佩色诺芬的随行将士,因为他们从巴比伦尼亚撤退了更漫长的路途,同数倍于己的敌军作战,却得以安然生还。
- 45.3ἐπὶ μικρὸν ἀνυόντων τῆς ὁδοῦ
ἀνυόντων 为属格绝对结构,具有伴随或让步含义,其逻辑主语(罗马军)由上下文省去。动词 ἀνύω 意为“行进、完成”,τῆς ὁδοῦ 则是表范围的部分属格,指“只行进了道路当中的极小一部分”。
- 45.4τοὺς δὲ κριθίνους ἄρτους πρὸς ἀργύριον ἱστάντες ἀπεδίδοντο
分词 ἱστάντες 字面意为“用天平称重”。与介词短语 πρὸς ἀργύριον 连用,表示“按与银子同等的重量称出来”,即大麦面包是按其重量等额换取银两来售卖的,以此突显粮价暴涨与饥荒之甚。
- 45.6ὦ μύριοι
呼格感叹短语(“啊,那一万人!”)。正如随后的分词短语 θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος 所阐明,此处指的是色诺芬率领、从波斯腹地成功撤退至黑海的希腊雇佣军(即著名的“万人长征”)。
