- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:44.1-44.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕提亚人乘胜夜间扎营并出动重兵围困;安东尼向全军发表演说,面对士卒的请罪与忠诚,他祈求神明将惩罚降于自己一人,而赐福全军胜利。
τοὺς μέντοι πολεμίους ἀπαγορεύοντας ἤδη καὶ κάμνοντας οὕτως ἐπῆρεν ἡ νίκη καὶ τοσοῦτον τῶν Ῥωμαίων κατεφρόνησαν ὥστε καὶ νυκτὸς ἐπαυλίσασθαι τῷ στρατοπέδῳ, προσδοκῶντας αὐτίκα μάλα σκηνὰς ἐρήμους καὶ χρήματα διαρπάσειν ἀποδιδρασκόντων.1
然而,这场胜利使早已精疲力竭、意气消沉的敌人精神大振,他们对罗马人极为藐视,以至于竟在夜间驻扎在罗马军营旁,指望在罗马人逃跑时立刻劫掠空无一人的营帐和资财。
ἅμα δʼ ἡμέρᾳ πολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονται τετρακισμυρίων οὐκ ἐλάττονες ἱππόται γενέσθαι, βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶ τεταγμένους ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κατορθώματι πέμψαντος· αὐτὸς μὲν γὰρ οὐδεμιᾷ μάχῃ παρέτυχεν. Ἀντώνιος δὲ βουλόμενος προσαγορεῦσαι τοὺς στρατιώτας ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότερος ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων ἐν τῇ στρατηγικῇ φοινικίδι προελθὼν ἐδημηγόρησε, τοὺς μὲν νενικηκότας ἐπαινῶν, ὀνειδίζων δὲ τοὺς φυγόντας.
天明时分,聚集的敌军人数远胜以往,据说骑兵不下四万人;因为国王以为胜券在握、势在必得,甚至将常伴自己身边的宿卫精锐都派了出去——他本人向来不亲临任何战场。安东尼想要对士卒讲话,便要了一件暗色的外袍,以便显得更加可怜可悲。但在友人们的反对下,他披上统帅专属的猩红色披风走上前去发表演说,称赞获胜者,责斥溃逃者。
τῶν δὲ οἱ μὲν παρεκελεύοντο θαρρεῖν, οἱ δὲ ἀπολογούμενοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε βούλοιτο δεκατεύειν, εἴτε ἄλλῳ τρόπῳ κολάζειν· μόνον παύσασθαι δυσφοροῦντα καὶ λυπούμενον ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνατείνας ἐπεύξατο τοῖς θεοῖς, εἴ τις ἄρα νέμεσις τὰς πρόσθεν εὐτυχίας αὐτοῦ μέτεισιν, εἰς αὐτὸν ἐλθεῖν, τῷ δʼ ἄλλῳ στρατῷ σωτηρίαν διδόναι καὶ νίκην.2
士卒中有人鼓励他振作起来,其他人则一边为自己申辩,一边任凭他处置,无论他是要处以什一抽杀律,还是施加其他惩罚;他们只恳求他不要再郁郁不欢、悲伤过度。见此情景,安东尼伸出双手向诸神祈祷:如果对于他往昔的幸运真有某种神谴追索而至,祈愿这灾祸降临于他一人之身,而赐予其余的军旅以平安与胜利。
- 44.1ἀποδιδρασκόντων
该现在分词属格省略了先行代词(如 αὐτῶν),在此用作名词性结构,修饰前面的名词 χρήματα,作领属属格(“溃逃之人的资财”)。亦可理解为省略主语的属格独立结构(“在他们逃窜之际”),两种处理在文意上殊途同归。
- 44.3εἰς αὐτὸν ἐλθεῖν, τῷ δʼ ἄλλῳ στρατῷ σωτηρίαν διδόναι καὶ νίκην
不定式 ἐλθεῖν 与 διδόναι 由主句动词 ἐπεύξατο(祈祷)所引出,属于间接引语结构。它们构成了祈愿的结论分句,以对应直陈语气条件从句(εἴ τις ἄρα νέμεσις... μέτεισιν)。
