- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:43.1-43.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了罗马军队惨重的人员伤亡及加卢斯之死,描述了安东尼含泪探视伤员时将士们展现的极高忠诚,并总结了安东尼赢得军心的品质与举措。
ἀπέθανον δὲ τρισχιλίων οὐκ ἐλάττους, ἐκομίσθησαν δὲ ἐπὶ σκηνὰς τραυματίαι πεντακισχίλιοι· καὶ Γάλλος ἦν ἐν τούτοις, τέτταρσιν ἐναντίοις διαπεπαρμένος τοξεύμασιν.1 ἀλλʼ οὗτος μὲν ἐκ τῶν τραυμάτων οὐκ ἀνήνεγκε, τοὺς δʼ ἄλλους περιϊὼν ὁ Ἀντώνιος ἐπεσκόπει καὶ παρεθάρρυνε δεδακρυμένος καὶ περιπαθῶν. οἱ δὲ φαιδροὶ τὴς δεξιᾶς αὐτοῦ λαμβανόμενοι παρεκάλουν ἀπιόντα θεραπεύειν αὑτὸν καὶ μὴ κακοπαθεῖν, αὐτοκράτορα καλοῦντες, καὶ σώζεσθαι λέγοντες ἂν ἐκεῖνος ὑγιαίνῃ.
阵亡者不下三千人,另有五千名伤员被抬回营帐;加卢斯亦在其中,身中四箭,皆从正面透体穿过。加卢斯终因伤重不治,安东尼则流着泪、怀着极度的悲痛巡视并鼓励其余的人。伤兵们面带欣色握住他的右手,称呼他为最高统帅,恳求他离去休养身体、莫要过分忧苦,并说只要他安康无恙,他们自己便算保全了性命。
καθόλου μὲν γὰρ οὔτʼ ἀλκαῖς οὔτε ὑπομοναῖς οὔτε ἡλικίᾳ λαμπρότερον ἄλλος αὐτοκράτωρ στρατὸν ἐκείνου δοκεῖ συναγαγεῖν ἐν τοῖς τότε χρόνοις· ἡ δὲ πρὸς αὐτὸν αἰδὼς τὸν ἡγεμόνα καὶ πειθαρχία μετʼ εὐνοίας, καὶ τὸ πάντας ὁμαλῶς, ἐνδόξους, ἀδόξους, ἄρχοντας, ἰδιώτας, τὴν παρὰ Ἀντωνίου τιμήν τε καὶ χάριν μᾶλλον αἱρεῖσθαι τῆς σωτηρίας καὶ τῆς ἀσφαλείας, οὐδὲ τοῖς πάλαι Ῥωμαίοις ἀπέλιπεν ὑπερβολήν.2
因为总体而言,在勇武、坚忍或年轻鼎盛方面,当时的将领中似乎无人能召集起比他的军队更为出众的部众;而士兵们对统帅本人的敬畏与充满善意的顺从,加之所有人无论显贵平庸、军官士卒,一概将安东尼所赐的荣誉与青睐置于自身性命与安全之上,这种风尚甚至不给昔日的罗马先贤留下任何超越的余地。
τούτου δὲ αἰτίαι πλείονες ἦσαν, ὡς προειρήκαμεν· εὐγένεια, λόγου δύναμις, ἁπλότης, τὸ φιλόδωρον καὶ μεγαλόδωρον, ἡ περὶ τὰς παιδιὰς καὶ τὰς ὁμιλίας εὐτραπελία. τότε δὲ καὶ συμπονῶν καὶ συναλγῶν τοῖς κακοπαθοῦσι, καὶ μεταδιδοὺς οὗ τις δεηθείη,3 προθυμοτέρους τῶν ἐρρωμένων τοὺς νοσοῦντας καὶ τετρωμένους ἐποίησε.
对此有诸多原因,正如我们此前所述:高贵的门第、雄辩的口才、坦率的性情、慷慨大度的施舍,以及在玩笑聚谈中的诙谐随和。而此时此刻,他与罹难者同甘共苦、分担痛楚,并向凡有需求者慷慨分施所需,使患病与负伤的士兵变得比身体健全者更加奋发踊跃。
- 43.1ἐναντίοις διαπεπαρμένος τοξεύμασιν
形容词 ἐναντίος 在此处意为“从正面的”,表明加卢斯并非在背向逃跑时中箭,而是在英勇面向敌人交战时正面中箭。
- 43.2οὐδὲ τοῖς πάλαι Ῥωμαίοις ἀπέλιπεν ὑπερβολήν
主语为前文表示“敬畏、纪律与偏好”的一系列名词及带冠词不定式短语(ἡ αἰδὼς ... καὶ πειθαρχία ... καὶ τὸ ... αἱρεῖσθαι)。成语 ἀπολείπειν ὑπερβολήν τινι 意为“给某人留下超越的余地”,与 οὐδέ 连用即表示他们的忠诚甚至连古代罗马先烈也无法超越。
- 43.3μεταδιδοὺς οὗ τις δεηθείη
动词 μεταδίδωμι 支配属格以表示分享的事物。关系代词 οὗ 包含被省去的属格先行词,本身亦因受 δεῖσθαι(要求属格)支配而用属格;希求法 δεηθείη 则是在关系从句中表示过去不确定泛指的希求法(意为“凡有人所需要的”)。
