← 普鲁塔克

安东尼传

§42.1-42.4

加卢斯冒进引发的危机与安东尼的救援

安东尼以方阵重整行军使帕提亚军的攻势受挫四日,但第五日加卢斯孤军冒进陷入重围,救援将领指挥失误致使全军险遭溃败,最终靠安东尼亲率重步兵与第三军团奋战方遏制住敌军追击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι.

安东尼由此领悟到应当如何应对,便不仅在后卫,而且在两侧翼都配备了大量标枪手和投石手作为屏障,将全军列为方阵推进,并向骑兵下达命令,令其击退来犯之敌,但击溃敌军后不得穷追。因此在随后的四天里,帕提亚人所造成的战果并未多于自身遭受的损失,锐气大挫,便打算以寒冬为借口引兵撤退。

§42.2

τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπʼ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον.

然而到了第五天,担任指挥职务的骁勇干练之士弗拉维乌斯·加卢斯走近安东尼,请求从后卫增派轻步兵,并调拨前卫的部分骑兵,声称要立下一番大功。安东尼应允后,他便迎击来犯之敌,但不再像以往那样一边向重步兵靠拢一边后撤,而是坚守阵地,更加冒险地与敌交战。

§42.3

ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες· ὁ δὲ οὐκ ἐπείθετο. Τίτιον δέ1 φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, ὁ μὲν Τίτιος ἀπεχώρει· τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες2 ἐκ τῶν ὄπισθεν.

后卫部队的指挥官们见他与大队脱节,便派人前去召回,但他执意不从。据说财务官提提乌斯甚至夺过军旗将其折回,并痛斥加卢斯在白白葬送众多英勇之士。加卢斯予以对骂,并号令身旁士兵坚守,提提乌斯只得退去;而当加卢斯猛冲正面的敌人时,却不曾察觉大批敌人已从后方将他包围。

§42.4

βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι διαμαρτεῖν. δέον3 γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν φάλαγγα, πέμποντες κατʼ ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες4 τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.5

他在四面受击之下,派人求援。而统领重步兵的将领们——其中包括在安东尼帐下极具权势的卡尼迪乌斯——似乎犯下了极大的过失。他们本应让方阵全军整体调头,却只派出零散的小股部队增援,且在这些增援受挫后又派出另一批,以致几乎使全军陷入惨败与溃退之中;幸得安东尼本人迅速率领前卫的重步兵迎上支援,加之第三军团穿过逃散的己方士兵向敌军猛冲,才遏制住敌人进一步的追击。

语法注5 条
  1. 42.2δόντος δέ

    省略逻辑主语(即 Ἀντωνίου)的独立属格结构。鉴于上下文极为明确,准许请求的主体即安东尼,故代词被省去。

  2. 42.3λανθάνουσι πολλοὶ περισχόντες

    动词 λανθάνω 搭配补充补足语分词 περισχόντες 的结构,表示“在……不知不觉中做某事”,此处指加卢斯未曾察觉大批敌人已从后方完成包围。

  3. 42.4δέον

    由非人称动词 δεῖ 的中性现在分词构成的独立宾格结构,表示“本应当……”或“在理应……的情况下”,引出后文救援失当的事实与应有策略的对比。

  4. 42.4ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες

    由动词 λανθάνω 搭配分词 ἀναπλήσαντες(“不知不觉间造成了……”)与成语性插入语 ὀλίγου δεῖν(“几乎/差一点”)复合而成的句式,指将领们在自身浑然不觉中险些将全军推入溃败境地。

  5. 42.4ἔσχε τοῦ πρόσω διώκειν

    动词 ἔχω(制止、阻止)搭配带有属格冠词的不定式(τοῦ διώκειν),构成表示“遏止/防止做某事”的阻碍构式,意即“遏止了敌军继续追击”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:42.1-42.4