← 普鲁塔克

安东尼传

§41.1-41.5

马尔迪人的行军建议与击退帕提亚军伏击

安东尼采纳了一名马尔迪向导的建议,放弃平原改走山路,在行军途中识破帕提亚人掘水阻路的计谋,并借助轻步兵与凯尔特骑兵的击溃了敌军的骑射围攻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

μέλλοντος δὲ αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρθων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοις πιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γεγονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοις γυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβαλεῖν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι1 τῆς πολιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις· ἔσεσθαι δὲ αὐτὸς ἡγεμὼν2 ὁδοῦ βραχυτέρας καὶ μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχούσης. ταῦτα ἀκούσας ὁ Ἀντώνιος ἐβουλεύετο, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖν ἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαν τῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμένας ἔσεσθαι τὴν πορείαν ἐπαινῶν πίστιν ᾔτει τὸν Μάρδον.

当安东尼正打算沿原路撤退,而那条道路平坦且无树木遮蔽时,有一位马尔迪族男子走上前来。此人深谙帕提亚人的风俗,且在早先保卫攻城器械的战斗中就已向罗马人证明了忠诚;他劝安东尼沿右侧的山脉撤退,切莫将行动迟缓的重步兵军团暴露在空旷开阔的平原上,任凭如此庞大的骑兵和弓箭袭扰。他指出,弗拉阿特斯以宽厚和解之词诱使其解除包围,所图谋的正是在此;并表示自己愿亲自担任向导,引他们走一条更近且补给更充裕的道路。安东尼闻言便加以斟酌,他虽不愿在订立盟约后显得对帕提亚人缺乏信任,但见此路既近,行军又能途经有居民的村庄,便深表赞许,并要求马尔迪人提供担保。

§41.3

ὁ δὲ δῆσαι παρεῖχεν αὑτὸν ἄχρι οὗ καταστήσῃ τὸν στρατὸν εἰς Ἀρμενίαν, καὶ δεθεὶς ἡγεῖτο δύο ἡμέρας καθʼ ἡσυχίαν. τῇ δὲ τρίτῃ παντάπασι τοὺς Πάρθους ἀπεγνωκότος Ἀντωνίου καὶ βαδίζοντος ἀνειμένως διὰ τὸ θαρρεῖν, ἰδὼν ὁ Μάρδος ἀπόχωσιν ἐμβολῆς ποταμοῦ νεωστὶ διεσπασμένην καὶ τὸ ῥεῦμα πολὺ πρὸς τὴν ὁδόν, ᾗ πορευτέον ἦν, ἐκχεόμενον, συνῆκεν ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο δυσκολίας ἕνεκα καὶ διατριβῆς ἐμποδὼν αὐτοῖς τὸν ποταμὸν τιθεμένων, καὶ τὸν Ἀντώνιον ὁρᾶν ἐκέλευε καὶ προσέχειν, ὡς τῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι δὲ αὐτοῦ καθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δι’ αὐτῶν3 τοῖς ἀκοντισταῖς καὶ σφενδονήταις ἐκδρομὴν ἐπὶ τοὺς πολεμίους παρασκευάζοντος, ἐπεφάνησαν οἱ Πάρθοι καὶ περιήλαυνον ὡς κυκλωσόμενοι καὶ συνταράξοντες πανταχόθεν τὸν στρατόν.

该男子便主动提出任由捆绑,直到将全军安全护送至亚美尼亚为止;被捆绑后,他安稳地引导行军了两天。然而到了第三天,安东尼对帕提亚人的戒心已彻底放松,因心无顾忌而走得十分懈怠,此时马尔迪人发现一处阻拦河水的堤坝不久前刚被掘开,大量水流正朝着他们必经的道路涌来。他立即领悟到这是帕提亚人为制造险阻和拖延时间而故意引水为障,便催促安东尼提高警惕,注意防备,声称敌人已然迫近。正当安东尼将重步兵列成阵列,并准备让标枪兵与投石手穿过重步兵的间隙向敌军发起反击时,帕提亚人便已现身,在四周策马奔驰,企图包围并从各个方向扰乱军阵。

§41.5

ἐκδραμόντων δὲ τῶν ψιλῶν ἐπʼ αὐτούς, πολλὰς μὲν διδόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲ ταῖς μολυβδίσι καὶ τοῖς ἀκοντίοις πληγὰς λαμβάνοντες ἀνεχώρουν· εἶτα ἐπῆγον αὖθις, ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵππους ἐνέβαλον καὶ διεσκέδασαν αὐτοὺς οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους.4

轻步兵随即出击迎敌,帕提亚人虽以箭矢造成了沉重杀伤,但自身也遭受了铅弹与标枪不亚于此的打击而纷纷退却;随后他们再度发起进攻,直到凯尔特骑兵聚集成团发起冲锋,将其彻底击溃驱散,使得他们在当天剩下的时间里未敢再露行迹。

语法注4 条
  1. 41.2ὃ δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι

    承接前句动词ἐκέλευε(告诫、劝告)的间接引语。中性关系代词宾格ὃ作分词τεχνώμενον的同族宾格(内层宾格),意为“企图策划的正为此事”。全句为宾格加不定式结构(acc. cum inf.),主语宾格τὸν Φραάτην与分词一致,支配不定式ἀναστῆσαι。

  2. 41.2ἔσεσθαι δὲ αὐτὸς ἡγεμὼν

    间接引语中的主格不定式结构。由于将来时不定式ἔσεσθαι的逻辑主语与转述句的发话者(马尔迪人自身)一致,因此代词αὐτός及其表语ἡγεμών采用主格而非宾格。

  3. 41.4δι’ αὐτῶν

    代词αὐτῶν的先行词为前面的τὰ ὅπλα(重步兵/重步兵阵列)。在军事语境中,τὰ ὅπλα常指重装阵线,此处意指轻装部队(标枪手与投石兵)穿过重步兵阵列的间隙出击。

  4. 41.5οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους

    τῆς ἡμέρας ἐκείνης为表时间的属格(“在当天的剩余时间里”)。短语ὑπόδειγμα γενομένους是习语用法,表示“现身”、“露出踪迹”或“展示自身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:41.1-41.5