- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:40.1-40.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼受困于饥荒,弗拉阿特斯则担忧严冬将导致军队溃散;帕提亚王遂设下诱和骗局促使罗马人撤退,安东尼虽要求归还军旗,最终仍决定拔营,并因羞愧命多米提乌斯代为训话。
χαλεπὸς δὲ ἀμφοτέροις ἦν ὁ πόλεμος, καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον ἢ1 χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν ἰσημερίαν.
这场战争对双方而言都十分艰难,其前景更是令人畏惧。对于安东尼,饥荒已迫在眉睫,因为若不付出大量伤亡的代价,已无法再筹得粮草;而弗拉阿特斯深知帕提亚人凡事皆可承受,唯独无法在冬季于野外忍苦露宿,随着秋分过后天气已然转寒,他唯恐罗马人若坚守不去,部下便会抛弃自己。
δόλον οὖν συντίθησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοι περὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντήσεις μαλακώτερον τοῖς Ῥωμαίοις προσεφέροντο, λαμβάνειν τε παριέντες αὐτοῖς ἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες ὡς πολεμικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸ τοῦ σφετέρου βασιλέως δικαίως.
于是他设下如下计谋。帕提亚人中最显赫的贵族在罗马军征粮及其他遭遇时,态度变得柔和起来,不仅任由他们获取部分物资,还称赞他们的英勇,说他们是极其善战的勇士,理所应当受到己方国王的赞赏。
ἐκ δὲ τούτου προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵππους ἀτρέμα παραβάλλοντες ἐλοιδόρουν τὸν Ἀντώνιον, ὅτι βουλομένῳ Φραάτῃ διαλλαγῆναι καὶ φείσασθαι τοιούτων ἀνδρῶν καὶ τοσούτων ἀφορμὴν οὐ δίδωσιν, ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους κάθηται πολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα, δι’ ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ Πάρθων ἀποφεύγειν.2 πολλῶν δὲ ταῦτα πρὸς τὸν Ἀντώνιον ἀναφερόντων, μαλασσόμενος ὑπὸ τῆς ἐλπίδος ὅμως οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον ἢ πυθέσθαι3 τῶν φιλοφρονουμένων ἐκείνων βαρβάρων εἰ τοῦ βασιλέως ταῦτα φρονοῦντος διαλέγοιντο.
自此之后,他们更靠近地骑马前来,平静地并辔而行,同时责备安东尼:弗拉阿特斯本愿讲和并宽宥如此之多且如此优秀的勇士,安东尼却不给任何机会,反倒坐待严寒与饥荒这两个强大而可怕的敌人降临;而面对这两者,即便有帕提亚人护送也难以逃出生天。许多人将这番话转告给安东尼,他虽因重燃希望而有所动摇,但仍未立刻向帕提亚王派出使者,而是先向那些示好的蛮族询问他们所言是否代表国王的心意。
φασκόντων δὲ καὶ παρακαλούντων μὴ δεδιέναι μηδὲ ἀπιστεῖν, ἔπεμψέ τινας τῶν ἑταίρων πάλιν τὰς σημαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμαλώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸ σωθῆναι καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δὲ εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος,4 ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνεζεύγνυεν.
在他们予以肯定并劝他毋惧毋疑之后,安东尼派出了几名同伴,再次要求归还军旗与俘虏,以免被认为仅仅保全性命逃脱便已心满意足。然而帕提亚王命他搁置这些要求,并声称只要立刻撤走便得享和平与安全,安东尼遂于数日内收拾行装拔营启程。
ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρʼ ὁντινοῦν τῶν τότε πεφυκώς,5 ἐξέλιπεν αὐτὸς αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος, Δομίτιον δὲ Ἀηνόβαρβον ἐκέλευε τοῦτο ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε τὴν αἰτίαν· διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαι τῷ στρατηγῷ.
安东尼本是极具说服大众的天赋,在以言辞统御军队方面胜过当时的任何人,此时却因羞愧与消沉而未能亲自向全军鼓劲,而是命令多米提乌斯·阿埃诺巴尔布斯去执行此事。有些人因感到被轻视而心生愤懑,但大多数人却为之动容并理解其中缘由;因此他们反而愈发认为应当体谅并服从主帅。
- 40.1πάντα μᾶλλον ἢ
成语性习语 πάντα μᾶλλον ἤ 意为“除了……之外凡事皆可”或“唯独无法……”。此处支配后接不定式 προσταλαιπωρεῖν(忍苦)与 θυραυλεῖν(露宿),强调帕提亚人唯一无法承受的便是冬季在野外露营。
- 40.3δι’ ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ Πάρθων ἀποφεύγειν
δι’ ὧν 引导关系从句,先行词为 λιμὸν καὶ χειμῶνα(饥荒与严冬),意为“在这两者之中/经历这两者”。短语 ἔργον ἐστί 为常见习语,意为“是艰难之事/极为不易”。分词 προπεμπομένους 具有让步含义(“即便受到护送”),并在语法上充当不定式 ἀποφεύγειν 的逻辑主语(宾格不定式结构)。
- 40.3οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον ἢ πυθέσθαι
相关句式 οὐ πρότερον... ἤ + 不定式,相当于“在……之前并未……”。主句的否定词 οὐ 与 πρότερον 照应,引出 ἢ πυθέσθαι(查明、询问),表明在查证那些蛮族是否代表国王意图之前,安东尼并未遣使。
- 40.4τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δὲ εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος
属格独立结构(τοῦ δὲ Πάρθου... κελεύοντος... φήσαντος)。与格分词 ἀπιόντι 依附于表示所有或提供的 εἶναι(“将有和平与安全给予他”),带有“若即刻撤离”的条件含义。
- 40.5ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρʼ ὁντινοῦν τῶν τότε πεφυκώς
形容词 πιθανός(有说服力的)与分词 πεφυκώς(生就……的)分别由两个说明性不定式 ἐντυχεῖν(对……言谈)与 ἄγειν(统驭)加以补足。介词短语 παρʼ ὁντινοῦν 表示比较,意为“胜过当时任何一人”。
