← 普鲁塔克

安东尼传

§39.1-39.7

与帕提亚交战及对溃兵施行什一抽杀律

在后勤车队被毁及亚美尼亚王撤军后,安东尼主动诱敌进行正规交战并击溃帕提亚军,但斩获甚微;在返营途中屡遭截击且守堤部队溃败后,安东尼愤怒地实行了什一抽杀律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

τοῦτο πάντας μέν, ὡς εἰκός, ἠνίασε τοὺς περὶ Ἀντώνιον ἀνελπίστως ἐν ἀρχῇ πληγέντας· ὁ δὲ Ἀρμένιος Ἀρταουάσδης ἀπογνοὺς τὰ Ῥωμαίων ᾤχετο τὴν αὑτοῦ στρατιὰν ἀναλαβών, καίπερ αἰτιώτατος τοῦ πολέμου γενόμενος.

这件事理所当然让安东尼周围的所有人都深感痛苦,因为他们在一开局就遭到了意料之外的打击;而亚美尼亚的阿尔塔瓦斯德斯对罗马人的局势感到绝望,尽管他是这场战争的最大祸首,却还是带上自己的军队离去了。

§39.2

ἐπιφανέντων δὲ λαμπρῶς τοῖς πολιορκοῦσι τῶν Πάρθων καὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ βουλόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷ τὸ δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμμένειν καὶ αὔξεσθαι, δέκα τάγματα λαβὼν καὶ τρεῖς στρατηγίδας σπείρας ὁπλιτῶν, τοὺς δʼ ἱππεῖς ἅπαντας, ἐξήγαγε πρὸς σιτολογίαν, οἰόμενος οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων ἐκ παρατάξεως μάχην γενέσθαι.1

帕提亚人耀武扬威地出现在包围者面前,并傲慢地发出恐吓,安东尼不愿看到军队在闲居无事中让沮丧与惶恐驻留滋长,便率领十个军团、三个重装步兵的近卫大队以及全体骑兵,带队外出征粮,心想唯有如此引诱敌人,最有可能引发一场堂堂正正的正规会战。

§39.3

προελθὼν δὲ μιᾶς ὁδὸν ἡμέρας, ὡς ἑώρα τοὺς Πάρθους κύκλῳ περιχεομένους καὶ προσπεσεῖν καθʼ ὁδὸν αὐτῷ ζητοῦντας, ἐξέθηκε μὲν τὸ τῆς μάχης σύμβολον ἐν τῷ στρατοπέδῳ, καθελὼν δὲ τὰς σκηνὰς ὡς οὐ μαχησόμενος, ἀλλʼ ἀπάξων, παρημείβετο τῶν βαρβάρων τὴν τάξιν οὖσαν μηνοειδῆ, κελεύσας ὅταν οἱ πρῶτοι τοῖς ὁπλίταις ἐν ἐφικτῷ δοκῶσιν εἶναι, τοὺς ἱππεῖς ἐναντίους εἰσελαύνειν.

进军一天的路程后,他见帕提亚人在四周如潮水般合围,并试图在行军途中袭击他,便在营地中展示了战斗信号,但拆除了帐篷,装作不打算作战而是准备撤兵的样子,从蛮族的新月形阵线旁穿过,并命令一旦前列敌人进入重装步兵的可及范围,骑兵便迎面发起冲锋。

§39.4

τοῖς δὲ Πάρθοις παρακεκριμένοις λόγου κρείττων ἡ τάξις ἐφαίνετο τῶν Ῥωμαίων, καὶ κατεθεῶντο παρεξιόντας ἐν διαστήμασιν ἴσοις ἀθορύβως καὶ σιωπῇ τοὺς ὑσσοὺς κραδαίνοντας. ὡς δὲ τὸ σημεῖον ἤρθη καὶ προσεφέροντο μετὰ κραυγῆς ἐπιστρέψαντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο δεξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματος γενομένους, τῶν δὲ ὁπλιτῶν συναπτόντων ἅμα βοῇ καὶ πατάγῳ τῶν ὅπλων, οἵ τε ἵπποι τοῖς Πάρθοις ἐξίσταντο ταρβοῦντες καὶ αὐτοὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἔφευγον.

对于列阵严整的帕提亚人而言,罗马军的阵容显得难以言表地震撼,他们注视着罗马人以均等间距、秩序井然且毫无声息地走过,挥舞着标枪。而当信号举起,骑兵回身呐喊冲杀过来时,他们接战招架,尽管骑兵随即进入了箭矢的射程;然而当重装步兵伴着呐喊与兵刃撞击声逼近接战时,帕提亚人的战马惊恐受骇,他们自己也在进入肉搏战之前便四散奔逃。

§39.5

ὁ δὲ Ἀντώνιος ἐνέκειτο τῇ διώξει, καὶ μεγάλας εἶχεν ἐλπίδας ὡς τοῦ πολέμου τὸ σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος.2 ἐπεὶ δὲ τῆς διώξεως γενομένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκοντα στάδια, τοῖς δὲ ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα, τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺς ἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμαλώτους μὲν τριάκοντα, νεκροὺς δὲ ὀγδοήκοντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι παρέστη, δεινὸν εἶναι λογιζομένοις εἰ νικῶντες μὲν οὕτως ὀλίγους κτείνουσιν, ἡττώμενοι δὲ στερήσονται τοσούτων ὅσους ἀπέβαλον περὶ ταῖς ἁμάξαις.

安东尼竭力追击,满怀期望以为在这一场战役中便已解决了整场战争的大部或全部。然而,当步兵追击了五十斯塔德、骑兵追击了三倍于此的距离之后,清点敌军阵亡与被俘者时,发现俘虏仅三十人,尸体仅八十具,于是所有人都陷入了彷徨与沮丧,深感可怕的是:他们打胜仗时仅能消灭如此少数的敌人,一旦战败却要损失像在车队旁损失的那样多的人数。

§39.6

τῇ δʼ ὑστεραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου3 προῆγον. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶν πολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν ὥσπερ ἀηττήτοις καὶ νεαλέσι προκαλουμένοις καὶ προσβάλλουσι πανταχόθεν, μοχθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸ στρατόπεδον.

次日,他们收拾辎重,沿着通往弗拉阿塔和大营的道路前进。途中先是遭遇少数敌人,接着遇到更多,最终遭遇全部敌军——他们如同未尝败绩且体力充沛一般从四面八方发起挑战与攻击——罗马军历经千难万险才勉强撤回营地。

§39.7

τῶν δὲ Μήδων ἐκδρομήν τινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺς προμαχομένους φοβησάντων, ὀργισθεὶς ὁ Ἀντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳ πρὸς τοὺς ἀποδειλιάσαντας. διελὼν γὰρ εἰς δεκάδας τὸ πλῆθος ἀφʼ ἑκάστης ἕνα τὸν λαχόντα κλήρῳ διέφθειρε, τοῖς δὲ ἄλλοις ἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.

米底亚人向长堤发起一次突击,使守卫在最前线的部队陷入惊恐,安东尼勃然大怒,对那些怯懦退缩的人施行了所谓的什一抽杀律。他将众人分成十人一组,每组处死一名抽中签的人,并下令给其他人配发大麦代替小麦。

语法注3 条
  1. 39.2οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων ἐκ παρατάξεως μάχην γενέσθαι

    不定式短语 μάχην γενέσθαι 由 οἰόμενος 引出,带有语气词 ἄν,在间接引语中对应于直接引语中的潜势希求法(ἂν γένοιτο)。独立属格结构 ἐπισπασθέντων ... τῶν πολεμίων 在此充当 ἄν 的条件从句(“心想若能如此引出敌人,便最有可能促成正面决战”)。

  2. 39.5ὡς τοῦ πολέμου τὸ σύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ διαπεπραγμένος

    连词 ὡς 搭配与主句主语(安东尼)一致的主格分词 διαπεπραγμένος,表示行动者主观上的判断与期望(“自以为已解决了……”)。分词 διαπεπραγμένος 形式上为完成时中被动态,但具主动及物含义,支配直接宾语 τὸ σύμπαν ἢ τὸ πλεῖστον。

  3. 39.6τὴν ἐπὶ Φραάτων καὶ τοῦ στρατοπέδου

    阴性单数宾格定冠词 τὴν 之后省略了名词 ὁδόν 的惯用表达。与动词 προῆγον 连用,充当表示行进方向与路径的宾格,意为“沿着通往弗拉阿塔和大营的[道路]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:39.1-39.7