← 普鲁塔克

安东尼传

§3.1-3.6

加比尼乌斯麾下的战功与埃及远征

安东尼在加比尼乌斯麾下担任骑兵长官,在犹太和埃及的远征中攻克佩鲁西乌姆并在战术上立下赫赫战功,更因对降敌与故人的仁厚而声名远扬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν,1 ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπʼ Ἀριστόβουλον Ἰουδαίους ἀφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων ἐξήλασεν· εἶτα μάχην συνάψας καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω.

当曾任执政官的加比尼乌斯航行前往叙利亚并劝说安东尼一同出征时,安东尼表示自己绝不愿以一介平民的身份随行;但在被任命为骑兵长官后,他便参加了这次远征。起初,他被派去征讨煽动犹太人叛乱的阿里斯托布鲁斯,安东尼率先登上了最为坚固的堡垒,并将阿里斯托布鲁斯从所有要塞中驱逐出去;接着他交战并击溃了数倍于己的敌军,以身边的少数兵力将敌人几乎斩杀殆尽;阿里斯托布鲁斯本人与其子一同被俘。

§3.2

μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δὲ ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον κομιδῆ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον, ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν,2 ἅτε δὴ διὰ ψάμμου βαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμα καὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένης αὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκπνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δʼ ἐρυθρᾶς θαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διήθησις, ᾗ βραχυτάτῳ διορίζεται πρὸς τὴν ἐντὸς θάλασσαν ἰσθμῷ, πεμφθεὶς μετὰ τῶν ἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κατέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλιν μεγάλην, καὶ τῶν ἐν αὐτῇ φρουρῶν κρατήσας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷ στρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φιλοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι. Πτολεμαίου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιον ὑπʼ ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειν τοὺς Αἰγυπτίους ἐνέστη καὶ διεκώλυσεν.

此后,托勒密许以万塔兰同重金,劝说加比尼乌斯一同进军埃及以恢复其王位,大多数将领皆表示反对,加比尼乌斯本人虽已被这一万塔兰同彻底俘获,却仍对这场战争有所畏怯;但安东尼既渴望建功立业,又意欲迎合托勒密的恳求,便说服了加比尼乌斯,促成并一同发起了这场远征。然而,比起战争本身,军中更畏惧通往佩鲁西乌姆的道路,因为他们的行军路线穿过干旱无水的深沙,毗邻埃克雷格玛与塞尔波尼斯沼泽——埃及人将这些沼泽称为堤丰的吐息,而这似乎是在红海与内海仅隔最狭窄地峡之处,红海水下渗浸润所致——,安东尼率领骑兵被派往前方,不仅扼守住了隘口,而且攻克了大城佩鲁西乌姆,制服了城内的驻军,既为全军开辟了安全的通路,又使主帅确立了必胜的信心。甚至连敌人也蒙受了他荣誉心的恩惠。因为当托勒密刚进入佩鲁西乌姆,出于愤怒和仇恨正欲屠杀埃及人时,安东尼挺身阻拦并制止了他。

§3.5

ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών,3 ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδὲ ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία· γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι.

在频繁爆发的多次大战与激斗中,安东尼展现出许多勇猛的壮举与为将者的远见,最为显著的是通过包抄从后方合围敌军,为正面交锋的战友带来了胜利,从而获得了当之无愧的战功奖赏与崇高荣誉。他对战死的阿基劳斯所表现出的仁德仁义,同样没有被众人忽略;因为安东尼曾是他的密友与宾客,在其生前出于职责不得不与之为敌,而在阿基劳斯阵亡后,安东尼寻获其遗体,以王室之礼加以饰殓并予以安葬。因此,他在亚历山大里亚人中间留下了极高的声誉,并在参战的罗马士兵眼中成了一位最为英武耀眼的人物。

语法注3 条
  1. 3.1ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν

    在由 ἔφη 引导的间接引语中,不定式 συνεξελθεῖν 的逻辑主语与主句主语(安东尼)一致,因此表语 ἰδιώτης 采用主格而非宾格。οὐκ ἂν ... συνεξελθεῖν 是将直接引语中的潜势祈愿语气(οὐκ ἂν συνεξέλθοιμι)转换为间接引语的结构。

  2. 3.3ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴν ἐπὶ τὸ Πηλούσιον ὁδόν

    第3段开头的 ἐπεὶ δὲ 引出漫长的从属分句,其中嵌套了表原因的属格绝对结构(ἅτε δὴ ... γινομένης ... τῆς πορείας)及关系从句(ἃς ... ᾗ ...),而主句的主语和谓语动词则跨段落落在第4段开头的 πεμφθεὶς ... ὁ Ἀντώνιος ... ἐποίησε。这是一个跨越段落的宏大主从分离结构。

  3. 3.5ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών

    带定冠词的与格不定式 τῷ κυκλώσασθαι καὶ περιβαλεῖν 作手段状语,修饰分词 παρασχών。τοῖς κατὰ στόμα(“正面交战者”,即从正面与敌交战的同袍部队)充当 παρασχών 的间接宾语(与格),与直接宾语 τὴν νίκην(胜利)相配合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:3.1-3.6