- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:38.1-38.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼未等全军冬歇与春季到来便仓促出兵,更将沉重的攻城器械抛在后方去围攻弗拉阿塔;结果落后的辎重队遭弗拉特斯的骑兵突袭,守将斯塔提亚努斯及万名部众阵亡,器械尽毁。
πρῶτον μὲν οὖν αὐτοῦ δέον1 ἐν Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων Πάρθους ἔαρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλʼ εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθει τὴν χώραν.
首先,他本应就地在亚美尼亚过冬,让因行军八千斯塔德而疲惫不堪的军队休整,并在早春帕提亚人尚未开出冬营之前占领米底亚,然而他耐不住时间的等待,反倒立刻率军前进,把亚美尼亚留于左侧,一踏入阿特罗帕特内便大肆洗劫其境。
ἔπειτα μηχανημάτων αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι2 διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος ὡς ἐμπόδια τοῦ ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ γυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει.
其次,供他围城所需的攻城器械原本由三百辆大车护送运载,其中有一根长达八十英尺的破城槌,这些器械一旦遭到损坏,便绝无可能及时再造,因为上游腹地出产的木料均长度不足且质地松软;然而他急不可耐,视之为妨碍行军速度的累赘而抛在后方,仅委派了一支守卫部队和指挥官斯塔提亚努斯看管车辆,自己则率军围攻米底亚国王妻子儿女所在的大城弗拉阿塔。
τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης,3 ὁμόσε χωρῶν ἔχου πρὸς τὴν πόλιν χῶμα σχολῇ καὶ πολυπόνως ἀνιστάμενον. ἐν τούτῳ δὲ καταβαίνων στρατιᾷ μεγάλῃ Φραάτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν μηχανοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολλοὺς ἐπʼ αὐτάς, ὑφʼ ὧν περιληφθεὶς ὁ Στατιανὸς ἀποθνήσκει μὲν αὐτός, ἀποθνήσκουσι δὲ μύριοι τῶν μετʼ αὐτοῦ. τὰς δὲ μηχανὰς ἑλόντες οἱ βάρβαροι διέφθειραν. εἷλον δὲ παμπόλλους, ἐν οἷς καὶ Πολέμων ἦν ὁ βασιλεύς.
然而,实际攻城的需要随即证明了他抛下器械犯下了多么严重的错误;他只得亲身迎上前去,朝向该城堆筑土垒,但土垒筑起得极其缓慢且费尽辛劳。与此同时,弗拉特斯率大军下来,闻讯得知运载器械的大车被落在了后面,便派出大量骑兵奔袭车队。斯塔提亚努斯遭到这些骑兵合围,自身阵亡,随行的部众亦战死一万人。蛮族夺获了这些器械并将其摧毁;他们还俘虏了极多的人,其中就有波列蒙国王。
- 38.1δέον
非人称动词 δεῖ 的中性单数宾格分词,构成宾格绝对独立结构(accusative absolute)。表达与事实相反的让步含义(“本应当……”),与主句动词 οὐκ ἠνέσχετο(不能忍受/等待)形成对比。
- 38.2ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι
关系代词 ὧν 指向先行词 μηχανημάτων,作部分属格修饰 οὐδέν;οὐδέν 作不定式 γενέσθαι(再次造出)的主语,该不定式结构作非人称动词 ἐνεχώρει(可能)的主语。分词 διαφθαρὲν 充当条件状语(“一旦遭到损坏”)。
- 38.3τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρτε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης
属格绝对独立结构(τῆς χρείας ... ἐξελεγχούσης)。分词 ἐξελεγχούσης 支配间接疑问从句 ὅσον ἥμαρτε(“他犯了多么大的过错”)作为宾语,而分词 ἀπολιπών 则修饰动词 ἥμαρτε,表手段或原因(“通过抛下器械”)。
