← 普鲁塔克

安东尼传

§37.1-37.4

莫奈塞斯的投奔与草率开启的帕提亚远征

安东尼厚待了因帕提亚内乱而来奔的莫奈塞斯,并在亚美尼亚集结大军发动远征,但因对克利奥帕特拉的迷恋而急躁进军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἐπεὶ δὲ Φραάτου κτείναντος Ὑρώδην τὸν πατέρα καὶ τὴν βασιλείαν κατασχόντος ἄλλοι τε Πάρθων ἀπεδίδρασκον οὐκ ὀλίγοι, καὶ Μοναίσης, ἀνὴρ ἐπιφανὴς καὶ δυνατός, ἧκε φεύγων πρὸς Ἀντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς Θεμιστοκλέους εἰκάσας,1 περιουσίαν δὲ τὴν ἑαυτοῦ καὶ μεγαλοφροσύνην τοῖς Περσῶν βασιλεῦσι παραβαλών, ἐδωρήσατο τρεῖς πόλεις αὐτῷ, Λάρισσαν καὶ Ἀρέθουσαν καὶ Ἱερὰν πόλιν, ἣν Βαμβύκην πρότερον ἐκάλουν.

当弗拉特斯弑杀其父许罗德斯并夺取王位后,不少帕提亚人逃亡,显贵而有权势的莫奈塞斯也逃奔安东尼。安东尼将那个人的遭遇比作地米斯托克利,而将自己的富裕与气度比作波斯国王,赏赐给他三座城池:拉里萨、阿雷图萨,以及此前被称为班比克的希拉波利斯。

§37.2

τοῦ δὲ Πάρθων βασιλέως τῷ Μοναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενος αὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶν μὲν ἐγνωκὼς τὸν Φραάτην, ὡς εἰρήνης ἐσομένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσου σημαίας καὶ τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺς περιόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυπτον ἀποπέμψας ἐχώρει δι’ Ἀραβίας καὶ Ἀρμενίας, ὅπου συνελθούσης αὐτῷ τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων ʽπάμπολλοι δὲ ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακισχιλίους παρέχωνʼ ἐξήτασε τὸν στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι πεζοὶ καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱππικόν, Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δὲ ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν ὁμοῦ καὶ ψιλοῖς.

当帕提亚国王向莫奈塞斯送来信义保证时,安东尼欣然将他遣返;他打定主意要假借议和之名来欺骗弗拉特斯,同时要求收回在克拉苏兵败时被缴获的军旗以及幸存的人员。他自己则将克利奥帕特拉送回埃及,率军穿过阿拉伯和亚美尼亚。在各路军队与结盟的众王汇聚于他之后——这些国王人数极多,其中最强大的是亚美尼亚的阿尔塔瓦斯德斯,他提供了六千骑兵和七千步兵——安东尼在那里检阅了全军。罗马人自身的步兵有六万人,与罗马军队编列在一起的骑兵包括伊比利亚人与凯尔特人一万人;其他各民族的兵力合起来有三万,包括骑兵与轻装步兵。

§37.4

τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ Κλεοπάτραν γενέσθαι λέγουσι. σπεύδοντα γὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν,2 ἀλλʼ ὡς ὑπὸ φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.3

然而,据说这支甚至震慑了远在巴克特里亚之外的印度人、撼动了整个亚洲的雄厚军备与力量,却因为克利奥帕特拉而对安东尼毫无益处。因为他急于与她共度严冬,以致未及适当时机便仓促开战,一切行事都混乱不堪,无法掌控自己的理智,反而仿佛中了某种药物或妖术一般,总是向她张望,全副心思都在于尽快归去,胜过战胜敌人。

语法注3 条
  1. 37.1τὰς μὲν ἐκείνου τύχας ταῖς Θεμιστοκλέους εἰκάσας

    分词 εἰκάσας 及其对举的 παραβαλών 的逻辑主语是主句动词 ἐδωρήσατο 的主语安东尼。代词 ἐκείνου 指代前文提及的莫奈塞斯。此处典引地米斯托克利流亡波斯王廷并获封城邑的典故,安东尼将莫奈塞斯比作地米斯托克利,而将自己比作波斯国王。

  2. 37.4οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν

    系动词分词 ὄντα 搭配表从属的表语性属格,为一种惯用结构,意为“不能做自己理性/理智的主人”或“丧失理智”。

  3. 37.4πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον

    分词 γενόμενον 与介词 πρός 连用,后接带冠词不定式(τὸ ἐπανελθεῖν 与 τὸ κρατῆσαι),构成表示“专注于……”或“一心致力于……”的惯用句式。两组介词短语通过 μᾶλλον ἤ(“宁可……胜过……”)构成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:37.1-37.4