← 普鲁塔克

安东尼传

§36.1-36.4

与克利奥帕特拉重聚并赠予东方领土

安东尼前往叙利亚途中旧情复燃,召来克利奥帕特拉并赠予其大片东方领土;随后他又认领二人的双胞胎子女,激起罗马人的公愤,并借自己乃赫拉克勒斯后裔之说为其行为辩解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

εὕδουσα δʼ ἡ δεινὴ συμφορὰ χρόνον πολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευνάσθαι καὶ κατακεκηλῆσθαι τοῖς βελτίοσι λογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρει Συρίᾳ πλησιάζοντος αὐτοῦ. καὶ τέλος, ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύγιον,1 ἀπολακτίσας τὰ καλὰ καὶ σωτήρια πάντα Καπίτωνα Φοντήϊον ἔπεμψεν ἄξοντα Κλεοπάτραν εἰς Συρίαν.

然而,蛰伏了许久的严重祸患——对克利奥帕特拉的热恋,先前看似已被更健全的理性抚平并消解,如今随着他临近叙利亚,又再度燃起并重振其狂妄。最终,正如柏拉图所说的那头桀骜不驯、纵欲无度的灵魂负轭之兽一般,他将一切美好与得救之道统统踢开,派遣丰特乌斯·卡皮托前往叙利亚接来克利奥帕特拉。

§36.2

ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι μικρὸν οὐδὲν οὐδʼ ὀλίγον, ἀλλὰ Φοινίκην, κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν· ἔτι δὲ τῆς τε Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων, ἰδιώταις οὖσι, πολλοὺς δʼ ἀφῃρεῖτο βασιλείας, ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασιλέως οὕτω κολασθέντος.

她一到来,他便厚加赏赐,所增封的绝非微不足道之物,而是腓尼基、柯里叙利亚、塞浦路斯、奇里乞亚的大部;此外还有犹太人领地中出产香脂的地区,以及纳巴泰阿拉伯面向外海倾斜的全部土地。这些赏赐极大地激怒了罗马人。尽管他此前就常常将大民族的分封王位和王权授予许多平民出身的人,同时也剥夺过许多人的王国,例如犹太人安提柯,他甚至将后者押解出并处以斧刑斩首,在此之前从未有任何国王遭受过如此惩处。

§36.3

ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεοπάτρας τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴν παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος,2 καὶ προσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν Ἥλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλʼ ἀγαθὸς ὢν ἐγκαλλωπίσασθαι τοῖς αἰσχροῖς ἔλεγε τῆς μὲν Ῥωμαίων ἡγεμονίας οὐ δι’ ὧν λαμβάνουσιν, ἀλλʼ ἐν οἷς χαρίζονται φαίνεσθαι τὸ μέγεθος· διαδοχαῖς δὲ καὶ τεκνώσεσι πολλῶν βασιλέων πλατύνεσθαι τὰς εὐγενείας.

然而,给予克利奥帕特拉的荣宠中那种可耻的性质,才是最令人痛苦的。他认领了她所生的一对双胞胎,给男孩取名亚历山大,女孩取名克利奥帕特拉,又分别加上“太阳”与“月亮”的绰号,这使舆论对他的指责愈演愈烈。不仅如此,他向来善于粉饰可耻之事,声称罗马霸业的宏大不在于他们获取了什么,而在于他们赏赐了什么;并且通过众多国王的承续与繁衍,高贵血统得以延展广布。

§36.4

οὕτω γοῦν ὑφʼ Ἡρακλέους τεκνωθῆναι τὸν αὑτοῦ πρόγονον, οὐκ ἐν μιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲ νόμους Σολωνείους καὶ κυήσεως εὐθύνας δεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶν ἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος.3

无论如何,他坚称自己的祖先就是这样由赫拉克勒斯所生,而赫拉克勒斯从未将香火传承寄托于单一的子宫,也未曾惧怕梭伦的法令与生育资格的审察,而是听凭天性,留下了许多家族的始祖与根基。

语法注3 条
  1. 36.1ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύγιον

    此处借用了柏拉图《斐德罗篇》(253d及后)中关于灵魂中那匹桀骜难驯、纵情妄动的马(代表欲望)的比喻。中性单数短语 τὸ δυσπειθὲς καὶ ἀκόλαστον ... ὑποζύγιον 既可解为受 φησὶν 支配的宾格(作直接宾语或省略不定式的宾格主语),也可解为 ὥσπερ 从句中的主格;随后出现的阳性单数主格分词 ἀπολακτίσας 则恢复了与主语安东尼的一致关系。

  2. 36.3παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος

    中动相动词 ἀναιρέομαι 在此处具有习语及法律上的含义,指“抱起”刚出生的婴儿,从而引申为正式“认领”或“承认为自己的骨肉”(相当于拉丁语的 suscipere),而非单纯的“收养”或“接纳”。

  3. 36.4οὐκ ἐν μιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲ νόμους Σολωνείους καὶ κυήσεως εὐθύνας δεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶν ἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος

    属格分词 θεμένου、δεδοικότος 和 ἐφιέντος 在性、数、格上均与介词短语 ὑφʼ Ἡρακλέους 中的名词 Ἡρακλέους 一致。它们直接修饰赫拉克勒斯,而非独立属格,用以描摹其作为:“他未曾将香火系于单一子宫,未曾惧怕……而是听凭……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:36.1-36.4