← 普鲁塔克

安东尼传

§35.1-35.5

屋大维娅的调解与塔兰托和约

安东尼与凯撒之间再生龃龉,但在屋大维娅的调解下,双方于塔兰托实现和解并交换兵力与战舰,随后凯撒投身对庞培的战事,安东尼则前往亚细亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

αὐτὸς δὲ πάλιν ἔκ τινων διαβολῶν παροξυνθεὶς πρὸς Καίσαρα ναυσὶ τριακοσίαις ἔπλει πρὸς τὴν Ἰταλίαν· οὐ δεξαμένων δὲ τῶν Βρεντεσινῶν τὸν στόλον εἰς Τάραντα περιώρμισεν. ἐνταῦθα τὴν Ὀκταουίαν (συνέπλει γὰρ ἀπὸ τῆς Ἑλλάδος αὐτῷ) δεηθεῖσαν ἀποπέμπει πρὸς τὸν ἀδελφόν, ἔγκυον μὲν οὖσαν, ἤδη δὲ καὶ δεύτερον ἐξ αὐτοῦ θυγάτριον ἔχουσαν.

然而安东尼本人因某些谗言再次被激怒而反对凯撒,率领三百艘战船驶往意大利;由于布伦提西乌姆人拒不接纳其舰队,他便转航停泊于塔兰托。在那里,应屋大维娅的请求(因为她此前一直从希腊与他同行),安东尼将她遣往其胞弟处,当时她身怀有孕,且已为他生下了第二个幼女。

§35.2

ἡ δὲ ἀπαντήσασα καθʼ ὁδὸν Καίσαρι, καὶ παραλαβοῦσα τῶν ἐκείνου φίλων Ἀγρίππαν καὶ Μαικήναν, ἐνετύγχανε πολλὰ ποτνιωμένη καὶ πολλὰ δεομένη μὴ περιϊδεῖν αὐτὴν ἐκ μακαριωτάτης γυναικὸς ἀθλιωτάτην γενομένην.1 νῦν μὲν γὰρ ἅπαντας ἀνθρώπους εἰς αὐτὴν ἀποβλέπειν αὐτοκρατόρων δυεῖν, τοῦ μὲν γυναῖκα, τοῦ δὲ ἀδελφὴν οὖσαν·

她在途中与凯撒相遇,并将他的友人阿格里帕和梅塞纳斯争取到自己身边,随后极力哀告、恳切祈求他切勿坐视自己从最幸福的妇人变为最悲惨的人。因为她说,如今所有人都注视着她,她既是两位最高统帅中一人的妻子,又是另一人的姐姐;“但若最坏的事态占了上风,”

§35.3

εἰ δὲ τὰ χείρω κρατήσειεν, ἔφη, καὶ γένοιτο πόλεμος, ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢ κρατεῖσθαι πέπρωται, τὰ ἐμὰ δʼ ἀμφοτέρως ἄθλια. τούτοις ἐπικλασθεὶς ὁ Καῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα, καὶ θέαμα κάλλιστον οἱ παρόντες ἐθεῶντο, πολὺν μὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς δὲ ναῦς ἀτρέμα πρὸς τοὶς αἰγιαλοῖς ἐχούσας, αὐτῶν δὲ καὶ φίλων ἀπαντήσεις καὶ φιλοφροσύνας.

她说,“并爆发了战争,你们二人究竟谁注定获胜、谁注定失败虽不可知,我的命运却无论如何都将是悲惨的。” 凯撒被这番话打动,心平气和地来到塔兰托。在场的人目睹了一幅极壮丽的景象:大队陆军安详肃穆,众多战船静止泊于岸边,两位统帅及其友人彼此相会、互相致意款待。

§35.4

εἱστία δὲ Ἀντώνιος πρότερος, καὶ τοῦτο τῇ ἀδελφῇ Καίσαρος δόντος.2 ἐπεὶ δὲ ὡμολόγητο Καίσαρα μὲν Ἀντωνίῳ δοῦναι δύο τάγματα πρὸς τὸν Παρθικὸν πόλεμον, Ἀντώνιον δὲ Καίσαρι χαλκεμβόλους ἑκατόν, Ὀκταουία τῶν ὡμολογημένων χωρὶς3 ᾐτήσατο τῷ μὲν ἀδελφῷ παρὰ τοῦ ἀνδρὸς εἴκοσι μυοπάρωνας, τῷ δʼ ἀνδρὶ παρὰ τοῦ ἀδελφοῦ στρατιώτας χιλίους.

安东尼先设宴款待,这也是凯撒看在姐姐的分上作出的让步。双方达成协议:凯撒为安东尼提供两个军团用于对安息作战,安东尼则给凯撒一百艘装有青铜撞角的战船;此外,屋大维娅在协议之外,又向丈夫为胞弟求得了二十艘快船,向胞弟为丈夫求得了一千名士兵。

§35.5

οὕτω δὲ ἀλλήλων διακριθέντες ὁ μὲν εὐθὺς εἴχετο τοῦ πρὸς Πομπήϊον πολέμου, Σικελίας ἐφιέμενος, Ἀντώνιος δὲ Ὀκταουίαν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλβίας παῖδας αὐτῷ παρακαταθέμενος εἰς τὴν Ἀσίαν ἀπεπέρασεν.

他们就这样彼此告别,凯撒因图谋西西里而立刻投身于对庞培的战争,而安东尼则将屋大维娅连同她所生的子女以及富尔维娅所生的子女一同托付给凯撒,随后渡海前往亚细亚。

语法注3 条
  1. 35.2μὴ περιϊδεῖν αὐτὴν ἐκ μακαριωτάτης γυναικὸς ἀθλιωτάτην γενομένην

    动词 περιεῖδον(坐视、放任)在此处接否定词 μή,支配宾语 αὐτήν 与补充性分词 γενομένην,构成“坐视某人变成……”的常见句式。介词短语 ἐκ μακαριωτάτης γυναικός 表示转变前的原初状态,与补足形容词 ἀθλιωτάτην 形成鲜明的极级对照。

  2. 35.4Καίσαρος δόντος

    此处为以 Καῖσαρ 作为分词 δόντος 逻辑主语的属格独立结构(genitivus absolutus)。与格短语 τῇ ἀδελφῇ(看在姐姐分上/向姐姐让步)与代词宾语 τοῦτο 一同受分词 δόντος 支配,意为“凯撒在这点上也因其姐姐而作出了让步”。

  3. 35.4τῶν ὡμολογημένων χωρὶς

    此处 χωρὶς 作后置介词使用,支配属格,意为“在已商定的条件之外”。它支配实质化的完成时中动态/被动态分词 τῶν ὡμολογημένων(已商定的事项),从而将屋大维娅个人提出的追加要求(ᾐτήσατο)与官方正式协议内容区分开来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:35.1-35.5