- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:34.1-34.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文提狄乌斯大败安息军并斩杀王子帕科罗斯,但因忌惮安东尼的嫉妒而停止追击转而围攻萨莫萨塔。安东尼亲往指挥以图揽功却久攻不克,最终被迫草草议和,并遣文提狄乌斯回罗马举行凯旋式。
ἐξιέναι δὲ μέλλων ἐπὶ τὸν πόλεμον ἀπὸ τῆς ἱερᾶς ἐλαίας στέφανον ἔλαβε, καὶ κατά τι λόγιον ἀπὸ τῆς Κλεψύδρας ὕδατος ἐμπλησάμενος ἀγγεῖον ἐκόμιζεν. ἐν τούτῳ δὲ Πάκορον τὸν βασιλέως παῖδα, μεγάλῳ στρατῷ Πάρθων αὖθις ἐπὶ Συρίαν ἐλαύνοντα, συμπεσὼν Οὐεντίδιος ἐν τῇ Κυρρηστικῇ τρέπεται, καὶ διαφθείρει παμπόλλους, ἐν πρώτοις Πακόρου πεσόντος.
当他准备出征参战时,从圣橄榄树取了一顶花环,并遵照一条神谕,盛了一罐克勒普绪德拉泉的水带在身边。与此同时,国王之子帕科罗斯率领安息大军再度进犯叙利亚,文提狄乌斯在库尔雷斯提卡与他交战并将其击溃,歼敌极多,帕科罗斯本人亦率先阵亡。
τοῦτο τὸ ἔργον ἐν τοῖς ἀοιδιμωτάτοις γενόμενον Ῥωμαίοις τε τῶν κατὰ Κράσσον ἀτυχημάτων ἔκπλεω ποινὴν παρέσχε, καὶ Πάρθους αὖθις εἴσω Μηδίας καὶ Μεσοποταμίας συνέστειλε, τρισὶ μάχαις ἐφεξῆς κατὰ κράτος ἡττημένους. Οὐεντίδιος δὲ Πάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω, φθόνον Ἀντωνίου δείσας, τοὺς δὲ ἀφεστῶτας ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομμαγηνὸν Ἀντίοχον ἐν πόλει Σαμοσάτοις ἐπολιόρκει.
这一功绩成为最负盛名的战绩之一,不仅为罗马人彻底雪洗了克拉苏所蒙受的惨败之耻,更将连续在三场战役中被彻底击败的安息人重新压缩至米底亚和美索不达米亚境内。然而文提狄乌斯因畏惧安东尼的嫉妒,决意不再深入追击安息人,转而征讨并平定了叛乱诸部,将科马基尼的安条克围困于萨莫萨塔城。
δεομένου δὲ χίλια τάλαντα δοῦναι καὶ ποιεῖν Ἀντωνίῳ τὸ προσταττόμενον, ἐκέλευε πέμπειν πρὸς Ἀντώνιον. ἤδη γὰρ ἐγγὺς ἦν ἐπιών, καὶ τὸν Οὐεντίδιον οὐκ εἴα σπένδεσθαι τῷ Ἀντιόχῳ, βουλόμενος ἕν γε τοῦτο τῶν ἔργων ἐπώνυμον αὑτοῦ γενέσθαι1 καὶ μὴ πάντα διὰ Οὐεντιδίου κατορθοῦσθαι.
当安条克请求纳款一千塔兰同并服从安东尼的一切指派时,文提狄乌斯命他遣使去见安东尼。原来安东尼进军已逼近该地,他不允许文提狄乌斯与安条克讲和,意图使这些功绩中至少这一桩能冠上自己的名字,免得所有的胜利都全归文提狄乌斯一人。
τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης καὶ τῶν ἔνδον, ὡς ἀπέγνωσαν τὰς διαλύσεις, πρὸς ἀλκὴν τραπομένων, πράττων οὐδέν, ἐν αἰσχύνῃ δὲ καὶ μεταγνώσει γενόμενος, ἀγαπητῶς ἐπὶ τριακοσίοις σπένδεται ταλάντοις πρὸς τὸν Ἀντίοχον· καὶ μικρὰ τῶν ἐν Συρίᾳ καταστησάμενος εἰς Ἀθήνας ἐπανῆλθε, καὶ τὸν Οὐεντίδιον οἷς ἔπρεπε τιμήσας ἔπεμψεν ἐπὶ τὸν θρίαμβον.
但围城战旷日持久,城内守军在讲和无望后转而拼死抵抗,安东尼一无所成,陷于羞愧与懊悔之中,只得心甘情愿地以区区三百塔兰同为条件与安条克讲和。他在稍微整顿了叙利亚的局势后便返回雅典,并给予文提狄乌斯应有的殊荣,遣他回罗马举行凯旋式。
οὗτος ἀπὸ Πάρθων ἄχρι δεῦρο τεθριάμβευκε μόνος, ἀνὴρ γένει μὲν ἀφανής, ἀπολαύσας δὲ τῆς Ἀντωνίου φιλίας τὸ λαβεῖν ἀφορμὰς πράξεων μεγάλων,2 αἷς κάλλιστα χρησάμενος ἐβεβαίωσε τὸν περὶ Ἀντωνίου λεγόμενον καὶ Καίσαρος λόγον, ὡς εὐτυχέστεροι δι’ ἑτέρων ἦσαν ἢ δι’ αὑτῶν στρατηγεῖν.3
此人是迄今为止唯一一位因战胜安息人而举行凯旋式的人。他出身寒微,但凭借安东尼的友谊获得了立下大功的机遇,且极善于把握机会,从而证实了关于安东尼和凯撒的那句流传的评语:他们通过他人指挥作战,倒比亲自统帅更为幸运。
καὶ γὰρ Σόσσιος Ἀντωνίου στρατηγὸς ἐν Συρίᾳ πολλὰ διεπράττετο, καὶ Κανίδιος ἀπολειφθεὶς ὑπʼ αὐτοῦ περὶ Ἀρμενίαν τούτους τε νικῶν καὶ τοὺς Ἰβήρων καὶ Ἀλβανῶν βασιλέας ἄχρι τοῦ Καυκάσου προῆλθεν. ἀφʼ ὧν ἐν τοῖς βαρβάροις ὄνομα καὶ κλέος ηὔξετο τῆς Ἀντωνίου δυνάμεως.
事实上,安东尼麾下的将领索西乌斯在叙利亚立下了赫赫战功,而留驻亚美尼亚一带的卡尼狄乌斯也击败了当地人,并在战胜伊比利亚与阿尔巴尼亚诸王后一路推进至高加索。因这些战功,安东尼军势的名声与威严在蛮族之中大为增长。
- 34.3ἐπώνυμον αὑτοῦ γενέσθαι
ἐπώνυμον 是充当不定式 γενέσθαι 补足成分的表语性形容词,意为“冠以……之名的”或“以……命名的”。反身代词属格 αὑτοῦ 受 ἐπώνυμος 支配,指代主句主语安东尼本人。
- 34.5τὸ λαβεῖν ἀφορμὰς πράξεων μεγάλων
带冠词的不定式短语 τὸ λαβεῖν ... 作说明性或同位语性的宾格,具体指明分词 ἀπολαύσας(支配属格 τῆς Ἀντωνίου φιλίας)所带来的实际益处与内容。
- 34.5εὐτυχέστεροι δι’ ἑτέρων ἦσαν ἢ δι’ αὑτῶν στρατηγεῖν
不定式 στρατηγεῖν 是限定比较级形容词 εὐτυχέστεροι 的说明性不定式(表示“在统军/指挥方面”)。比较结构由 δι’ ἑτέρων(通过他人)与 δι’ αὑτῶν(通过自己)构成严格对称。
