- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:31.1-31.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
为巩固凯撒与安东尼的和解,众人促成安东尼与新近守寡的凯撒之姊屋大维娅联姻,元老院破例豁免了法定的服丧再嫁期限,二人在罗马举行了婚礼。
ταῦτα ἔχειν καλῶς δοκοῦντα πίστεως ἐδεῖτο σφοδροτέρας, ἣν ἡ τύχη παρέσχεν. Ὀκταουία γὰρ ἦν ἀδελφὴ πρεσβυτέρα μέν, οὐχ ὁμομητρία δὲ Καίσαρι· ἐγεγόνει γὰρ ἐξ Ἀγχαρίας, ὁ δὲ ὕστερον ἐξ Ἀτίας. ἔστεργε δʼ ὑπερφυῶς τὴν ἀδελφήν, χρῆμα θαυμαστόν, ὡς λέγεται, γυναικὸς γενομένην.1
这些安排虽然看似妥当,却仍需要更牢固的保证,而命运恰好提供了这一保证。因为屋大维娅是凯撒的姐姐,但并非同母所生:她由安卡里娅所生,而凯撒后来由阿提娅所生。凯撒极其深爱他的姐姐,据说她是一位非凡出众的女性。
αὕτη, Γαΐου Μαρκέλλου τοῦ γήμαντος αὐτὴν οὐ πάλαι τεθνηκότος, ἐχήρευεν. ἐδόκει δὲ καὶ Φουλβίας ἀποιχομένης χηρεύειν Ἀντώνιος, ἔχειν μὲν οὐκ ἀρνούμενος Κλεοπάτραν, γάμῳ δὲ οὐχ ὁμολογῶν, ἀλλʼ ἔτι τῷ λόγῳ περί γε τούτου πρὸς τὸν ἔρωτα τῆς Αἰγυπτίας μαχόμενος. τοῦτον ἅπαντες εἰσηγοῦντο τὸν γάμον, ἐλπίζοντες τὴν Ὀκταουίαν ἐπὶ κάλλει τοσούτῳ σεμνότητα καὶ νοῦν ἔχουσαν, εἰς ταὐτὸν τῷ Ἀντωνίῳ παραγενομένην καὶ στερχθεῖσαν, ὡς εἰκὸς τοιαύτην γυναῖκα, πάντων πραγμάτων αὐτοῖς σωτηρίαν ἔσεσθαι καὶ σύγκρασιν.
她的丈夫盖乌斯·马尔凯卢斯去世未久,她正居寡。由于富尔维娅去世,安东尼也被视作鳏夫;他固然不否认与克娄巴特拉有染,但并不承认结为夫妻,而是凭理性就此事仍与对这埃及女人的激情相抗衡。所有人都倡议这桩婚事,期望屋大维娅在拥有如此绝色之外还兼具庄重与智慧,若能与安东尼结合并赢得其挚爱——对于这样一位女子本是顺理成章的——必将成为挽救并融合双方一切政局的良策。
ὡς οὖν ἔδοξεν ἀμφοτέροις, ἀναβάντες εἰς Ῥώμην ἐπετέλουν τὸν Ὀκταουίας γάμον, οὐκ ἐῶντος μὲν νόμου πρὸ δέκα μηνῶν ἀνδρὸς τελευτήσαντος γαμεῖσθαι,2 τῆς δὲ συγκλήτου δόγματι τὸν χρόνον ἐκείνοις ἀνείσης.
于是,在双方均表同意之后,他们前往罗马举行了屋大维娅的婚礼;尽管法律本不允许妇女在丈夫死后未满十个月之内再嫁,但元老院通过决议为他们免除了这一时限。
- 31.1χρῆμα θαυμαστόν, ὡς λέγεται, γυναικὸς γενομένην
χρῆμα 搭配属格(此处为 γυναικός)是希腊语熟语,用来形容事物或人极为出色、惊人(“极为出众的女人”)。整句在语法上与前述宾格的 τὴν ἀδελφήν 形成同格修饰,分词 γενομένην 亦与其性、数、格保持一致。
- 31.3πρὸ δέκα μηνῶν ἀνδρὸς τελευτήσαντος γαμεῖσθαι
属格独立结构 ἀνδρὸς τελευτήσαντος(“丈夫去世后”)紧接在介词短语 πρὸ δέκα μηνῶν(“十个月之前”)之后,作为计算时间的起点。不定式 γαμεῖσθαι 则作为 οὐκ ἐῶντος 的宾语,意为“在丈夫死后未满十个月时再婚”。
