- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
三头同盟与控制西西里的塞克斯图斯·庞培在米塞努姆达成和议;在旗舰举行的庆祝宴会上,庞培拒绝了部下梅纳斯趁机刺杀二人以夺取最高权力的提议,恪守誓约。
Σέξτου δὲ Πομπηΐου Σικελίαν μὲν ἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, ληστρίσι δὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς ὁ πειρατὴς καὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασσαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαι δοκοῦντος φιλανθρώπως ʽὑπεδέξατο γὰρ αὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσοῦσαν̓, ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι.
由于塞克斯图斯·庞培占领西西里,蹂躏意大利,并以海盗梅纳斯和梅内克拉特斯统领的众多海盗船阻断了海上航行,但他对安东尼似乎待之以仁慈(因为他曾收留了与富尔维娅一同出逃的安东尼之母),于是众人决定也与他达成和解。
καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μισηνοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηΐῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων.1 ἐπεὶ δὲ συνέθεντο Πομπήϊον ἔχοντα Σαρδόνα καὶ Σικελίαν καθαράν τε λῃστηρίων παρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγμένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶ δεῖπνον ἀλλήλους.
他们会集在米塞努姆的海角与突堤一带,当时庞培的舰队停泊在近旁,而安东尼和凯撒的步兵则沿岸列阵。当他们达成协议,规定庞培保有撒丁和西西里,肃清海盗以确保航道畅通,并向罗马运送定额粮食之后,便互相邀请共进晚餐。
κληρουμένων δὲ πρῶτος ἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήϊος. ἐρομένου δὲ αὐτὸν Ἀντωνίου, ποῦ δειπνήσουσιν, ἐνταῦθα, ἔφη, δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρη πατρῷος γὰρ οἶκος αὕτη Πομπηΐῳ λέλειπται. ταῦτα δὲ εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πομπηΐου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπʼ ἀγκυρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας ἀνελάμβανεν αὐτοὺς προθύμως.
抽签的结果,庞培抽中首先招待他们。安东尼问他在何处就餐,“就在那里,”他说着,指向他的旗舰——一艘六层桨战船: “因为这是留给庞培的祖传宅邸。” 他说这话意在责备安东尼,因为安东尼正占有着昔日属于庞培之父的房屋。随后,他将船抛锚停泊,并从海角架起一座便桥,热情地将他们迎接到船上。
ἀκμαζούσης δὲ τῆς συνουσίας καὶ τῶν εἰς Κλεοπάτραν καὶ Ἀντώνιον ἀνθούντων σκωμμάτων, Μηνᾶς ὁ πειρατὴς τῷ Πομπηΐῳ προσελθὼν ὡς μὴ κατακούειν ἐκείνους, βούλει, φησί, τὰς ἀγκύρας τῆς νεὼς ὑποτέμω καὶ ποιήσω2 σε μὴ Σικελίας καὶ Σαρδόνος, ἀλλὰ τῆς Ῥωμαίων κύριον ἡγεμονίας;
当宴席进行到高潮、针对克娄巴特拉和安东尼的诙谐取笑正盛之时,海盗梅纳斯走到庞培身边,避开他人耳目低声说道: “你可愿我斩断船锚,让你不仅成为西西里和撒丁的主人,更成为整个罗马帝国的统治者?”
ὁ δὲ Πομπήϊος ἀκούσας καὶ πρὸς αὑτῷ γενόμενος βραχὺν χρόνον, ἔδει σε, φησίν, ὦ Μηνᾶ, τοῦτο ἐμοὶ μὴ προειπόντα ποιῆσαι·3 νυνὶ δὲ τὰ παρόντα στέργωμεν· ἐπιορκεῖν γὰρ οὐκ ἐμόν. οὗτος μὲν οὖν πάλιν ἀνθεστιαθεὶς ὑπʼ ἀμφοτέρων εἰς τὴν Σικελίαν ἀπέπλευσεν.
庞培听后,沉思片刻便说道: “梅纳斯,你本该在事先不告诉我的情况下做成此事;但事已至此,我们还是安于现状吧,因为违背誓言绝非我的为人。” 于是,在轮流接受了这两人的回请之后,庞培便乘船返回了西西里。
- 32.2Πομπηΐῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων
这是关系与格/所有与格(Πομπηΐῳ, Ἀντωνίῳ καὶ Καίσαρι)与属格绝对结构(τοῦ στόλου παρορμοῦντος, τῶν πεζῶν παρακεκριμένων)相结合的混合句式,清晰地对举出各方及其麾下部队的部署情况:庞培一方舰队停泊近旁,安东尼与凯撒一方步兵沿岸布阵。
- 32.4βούλει ... ὑποτέμω καὶ ποιήσω
这是 βούλει 直接后接第一人称单数不定过去时虚拟式(ὑποτέμω, ποιήσω)的熟语性审议虚拟语气结构(不带 ἵνα),意为“你想要我切断……并让你成为……吗?”即征询对方意愿的疑问句。
- 32.5ἔδει σε ... τοῦτο ἐμοὶ μὴ προειπόντα ποιῆσαι
表示义务或必要的过去式动词(ἔδει)后接不定式(ποιῆσαι),表达过去未实现的义务(“你本该做此事”)。在古希腊语中,这类表达必要性的词(如 ἔδει、ἐχρῆν)通常无需借助小词 ἄν 即可表达违背事实的虚拟含义。分词 προειπόντα 与不定式的逻辑主语 σε 保持宾格一致。
