← 普鲁塔克

安东尼传

§30.1-30.4

安东尼返回意大利与凯撒瓜分帝国

安东尼因帕提亚人入侵小亚细亚及妻子富尔维娅等人的败走而折返意大利,并在富尔维娅病故后与凯撒达成和解,平分帝国领土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

τοιαῦτα ληροῦντα καὶ μειρακιευόμενον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμβάνουσιν, ἡ μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸν ἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκα πρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καίσαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰ πράγματα καὶ φεύγειν ἐξ Ἰταλίας, ἑτέρα δὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν ἐπάγοντα Πάρθους τὴν ἀπʼ Εὐφράτου καὶ Συρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν καταστρέφεσθαι.

正当安东尼如此胡闹放荡、行同少年之时,有两则消息降临于他:一则来自罗马,称其弟卢基乌斯与妻子富尔维娅起初相互争斗,继而与凯撒作战,如今大势已去,正逃离意大利;另一则并不比前一则温和,称拉比埃努斯正率领帕提亚人横扫从幼发拉底河、叙利亚直至吕底亚和爱奥尼亚的亚细亚。

§30.2

μόλις οὖν ὥσπερ ἐξυπνισθεὶς καὶ ἀποκραιπαλήσας ὥρμησε μὲν Πάρθοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλθε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰ πεμπούσης ἐπέστρεψεν εἰς τὴν Ἰταλίαν, ἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰ πλοῦν τῶν φίλων τοὺς πεφευγότας ἐπυνθάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίαν γεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονα καὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεοπάτρας ἀπάξειν τὸν Ἀντώνιον εἴ τι γένοιτο κίνημα περὶ τὴν Ἰταλίαν.

于是,他仿佛大梦初醒、宿醉方散一般,终于振作起来前去抵御帕提亚人,并一直进军到腓尼基;然而,由于富尔维娅送来了满篇哀怨的书信,他便率领两百艘战船折返意大利。在航行途中接应了流亡的朋友们后,他得知这场战争全系富尔维娅所挑起——她生性好弄权柄且胆大妄为,期望若意大利周边发生某种事端,便能将安东尼从克娄巴特拉身边引开。

§30.3

συμβαίνει δὲ ἀπὸ τύχης καὶ Φουλβίαν πλέουσαν πρὸς αὐτὸν ἐν Σικυῶνι νόσῳ τελευτῆσαι· διὸ καὶ μᾶλλον αἱ πρὸς Καίσαρα διαλλαγαὶ καιρὸν ἔσχον. ὡς γὰρ προσέμιξε τῇ Ἰταλίᾳ καὶ Καῖσαρ ἦν φανερὸς ἐκείνῳ μὲν οὐθὲν ἐγκαλῶν, αὐτὸς δʼ ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇ Φουλβίᾳ προστριβόμενος,1 οὐκ εἴων ἐξελέγχειν οἱ φίλοι τὴν πρόφασιν, ἀλλὰ διέλυον ἀμφοτέρους καὶ διῄρουν τὴν ἡγεμονίαν, ὅρον ποιούμενοι τὸν Ἰόνιον, καὶ τὰ μὲν ἑῷα νέμοντες Ἀντωνίῳ, τὰ δʼ ἑσπέρια Καίσαρι, Λέπιδον δὲ Λιβύην ἔχειν ἐῶντες, ὑπατεύειν δὲ τάξαντες, ὅτε μὴ δόξειεν αὐτοῖς,2 φίλους ἑκατέρων παρὰ μέρος.

恰巧此时,富尔维娅在乘船前去见他的途中,病死于西库昂;因此与凯撒的和解获得了更好的契机。盖因安东尼抵达意大利后,凯撒显然并不打算对他进行任何指责,而安东尼自己也把受人谴责之事的责任全推到富尔维娅身上,友人便不容许深究这一借口,反倒使双方和解并瓜分了统治权:以伊奥尼亚海为界,将东方诸部划归安东尼,西方归凯撒,容许雷必达保有阿非利加,并规定在他们二人无意亲自担任执政官之时,由双方的友人轮流出任。

语法注2 条
  1. 30.3αὐτὸς δʼ ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇ Φουλβίᾳ προστριβόμενος

    αὐτός 指安东尼。关系代词 ὧν 受省略的先行词 τούτων 的格吸引,由宾格 ἅ 变为属格 ὧν(即原为 τούτων ἅ,意为“他受指责的那些事”)。整句意为“而他自己则把所受指责之事的责任全推卸(προστριβόμενος)给富尔维娅”。

  2. 30.4ὅτε μὴ δόξειεν αὐτοῖς

    ὅτε 与祈愿式 δόξειεν 连用,表示过去语境下的泛指或反复假设(“每当他们觉得不合意之时”)。αὐτοῖς 指安东尼与凯撒二人,句中省略并承前代入了不定词 ὑπατεύειν(“亲自担任执政官”)作为 δόξειεν 的主语补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:30.1-30.4