← 普鲁塔克

安东尼传

§29.1-29.4

与克娄巴特拉的纵乐生活与钓鱼轶事

克娄巴特拉日夜以无穷的欢愉掌控安东尼,甚至乔装打扮陪他走街串巷捉弄平民。有一次安东尼在钓鱼时弄虚作假,克娄巴特拉用咸鱼使他落入圈套,并笑称他的真正猎物应当是城邦与天下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἡ δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχ, ὥσπερ ὁ Πλάτων φησί, τετραχῆ, πολλαχῆ δὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς1 ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσα καὶ χάριν, διεπαιδαγώγει τὸν Ἀντώνιον οὔτε νυκτὸς οὔτε ἡμέρας ἀνιεῖσα. καὶ γὰρ συνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύκτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δημοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλανᾶτο καὶ συνήλυε θεραπαινιδίου στολὴν λαμβάνουσα καὶ γὰρ ἐκεῖνος οὕτως ἐπειρᾶτο σκευάζειν ἑαυτόν.

克娄巴特拉将谄媚并不如柏拉图所说的那样分为四种,而是分为许多种,无论安东尼致力于正事还是嬉戏消遣,她总能带来某种崭新的快乐与魅力,日夜不休地将他掌控在股掌之间。因为她同他一起掷骰子、同饮、同行狩猎,并观看他披甲演练;到了夜晚,当他流连于平民的门窗前戏弄屋里的人时,她也换上侍女的装束同他一道漫游流连;因为安东尼自己也试图作如此的打扮。

§29.2

ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύσας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι’ ὑπονοίας.2 οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδὲ ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς.

因此他总是在饱受嘲弄、甚至常常挨了拳脚之后归来;然而大多数人对他其实已有怀疑。不仅如此,亚历山大人还乐于接受他的粗俗嬉戏,并绝非不合拍、也毫不失风趣地同他一起玩闹,他们喜爱他并说,他对罗马人戴着悲剧的面具,而对他们戴的却是喜剧的面具。

§29.3

τὰ μὲν οὖν πολλὰ τῶν ὑπʼ αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δὲ ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονηξαμένους κρύφα τῷ ἀγκίστρῳ περικαθάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς ἢ τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτίαν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φίλοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳ γενέσθαι θεατάς.

若要一一讲述他所做的大多数玩闹之事,实属冗长无聊的废话;不过有一次,他在钓鱼时收获不佳,因克娄巴特拉在场而深感恼怒,便命令渔夫们偷偷潜水,把预先捕获的鱼系在钓钩上;当他拉起两三条鱼后,并没能瞒过这位埃及女人。她假装惊叹,把此事告诉了朋友们,并邀请他们次日前来观瞧。

§29.4

ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δὲ ἔχειν πεισθεὶς3 ὁ Ἀντώνιος ἀνεῖλκε, γέλωτος, οἷον εἰκός, γενομένου, παράδος ἡμῖν, ἔφη, τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις καὶ Κανωβίταις ἁλιεῦσιν· ἡ δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.

当许多人登上渔船,安东尼垂下钓线时,克娄巴特拉命令自己的一名仆人抢先游去,把一条来自蓬托斯的咸鱼刺在钓钩上。当安东尼以为咬钩而将线提起时,周围自然爆发出一阵大笑,克娄巴特拉便说: “统帅啊,把钓竿留给我们吧, 留给法罗斯和卡诺普斯的渔夫们吧;因为你的猎物乃是城邦、王国和大洲。”

语法注3 条
  1. 29.1σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς

    与格分词短语,作为与格表示动作所涉及的对象,依附于分词 ἐπιφέρουσα(或主句),具有“无论他忙于正事还是游戏消遣之时”的情况/条件含义。其逻辑主语依上下文为安东尼。

  2. 29.2τοῖς δὲ πλείστοις ἦν δι’ ὑπονοίας

    介词短语 διά 接属格与连系动词 εἰμί 连用的习语结构(δι’ ὑπονοίας εἶναι),表示处于被怀疑的状态,即“为人所怀疑/猜到”。与格 τοῖς πλείστοις 表示评判的主体(“对大多数人而言,他已被猜到了真实身份”)。

  3. 29.4ὡς δὲ ἔχειν πεισθεὶς

    时间连词 ὡς(“当……时”)引导以限定动词 ἀνεῖλκε 为谓语的从句,不定过去被动分词 πεισθείς 支配不定式 ἔχειν,意为“深信/以为……”。不定式 ἔχειν 此处为绝对用法,不带显式宾语,在钓鱼的语境中指“咬钩了”或“钓到了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:29.1-29.4