- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:2.1-2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼由母亲尤利娅抚养,继父朗图卢斯被处决成为他对西塞罗产生敌意的渊薮。青年时代他在库里奥引诱下欠下巨债,短暂停留于克洛狄乌斯阵营后远走希腊,专心修习军事与亚洲式演说术。
ἦν δὲ αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι.1
他有一位出自恺撒家族的妻子尤利娅,其德行堪比当时最优秀、最端庄的妇女。其子安东尼便由她抚养成人;在父亲去世后,她改嫁给了科尔内利乌斯·朗图卢斯,后者因参与喀提林阴谋而被西塞罗处死。这似乎成了安东尼对西塞罗怀有刻骨仇恨的借口与发端。
φησὶ γοῦν Ἀντώνιος οὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦ Λέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κικέρωνος τὴν μητέρα δεηθῆναι. τοῦτο μὲν οὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶς γὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων ὑπὸ τοῦ Κικέρωνος·
安东尼至少宣称,在他的母亲向西塞罗的妻子恳求之前,甚至连朗图卢斯的尸体都没有被交还给他们。然而,这公认是一句谎言;因为当时被西塞罗惩处的人当中,没有一人被剥夺埋葬权。
Ἀντωνίῳ δὲ λαμπρῷ καθʼ ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίαν καὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσεῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰς ἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιον, ὡς μᾶλλον εἴη χειροήθης, εἰς πότους καὶ γύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκολάστους ἐμβάλλοντος. ἐξ ὧν ὄφλημα βαρὺ καὶ παρʼ ἡλικίαν αὐτῷ συνήχθη πεντήκοντα καὶ διακοσίων ταλάντων.
据说,当安东尼正值青春年少、光彩照人之际,与库里奥的友谊和亲密往来如同灾祸一般降临到他身上;库里奥本人在享乐上放纵无节,为了使安东尼更加顺从听话,便引诱他陷入饮酒作乐、寻欢问柳以及奢侈放荡的开销之中。安东尼因此背负了与其年龄极不相称的沉重债务,高达二百五十塔兰同。
τοῦτο πᾶν ἐγγυησαμένου τοῦ Κουρίωνος ὁ πατὴρ αἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας.2 ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇ Κλωδίου τοῦ θρασυτάτου καὶ βδελυρωτάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντα τὰ πράγματα ταραττούσῃ προσέμιξεν ἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸς γενόμενος, καὶ φοβηθεὶς τοὺς συνισταμένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τό τε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτικοὺς ἀγῶνας καὶ λέγειν μελετῶν.
库里奥为这笔巨债承担了全部担保,库里奥的父亲发觉此事后,便将安东尼逐出了家门。于是安东尼在一段短时期内依附了克洛狄乌斯,后者是当时最肆无忌惮、最令人憎恶的煽惑家,其掀起的狂澜将一切政务搅得天翻地覆;但他很快便对克洛狄乌斯的狂妄生厌,又畏惧那些针对克洛狄乌斯联合起来的人,于是离开意大利前往希腊,在那里锻炼体魄以备征战,并研习演说术。
ἐχρῆτο δὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶν λόγων, ἀνθοῦντι μάλιστα κατʼ ἐκεῖνον τὸν χρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸς τὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίαν ὄντα3 καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμίας ἀνωμάλου μεστόν.
他采纳了当时正盛行的所谓“亚洲式”演说风格,这种风格与他本人浮夸狂妄、充满虚荣与乖戾野心的生活方式颇为契合。
- 2.1αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι
主语代词 αὕτη 在性数上同化(assimilation)了谓语名词 πρόφασις(或 ἀρχή)的阴性单数,而非使用中性代词(τοῦτο)来指代前述整个事件(继父朗图卢斯被处死)。语义上相当于“这一事件成为了借口与发端”。
- 2.4ὁ πατὴρ αἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆς οἰκίας
主语 ὁ πατὴρ(父亲)并非前文已交代身故的安东尼之父(见 μετὰ τὴν τοῦ πατρὸς τελευτὴν),而是指紧邻的属格独立结构主语 τοῦ Κουρίωνος 的父亲(老库里奥)。语境指老库里奥将安东尼逐出了库里奥的家门。
- 2.5κομπώδη καὶ φρυαγματίαν ὄντα
分词 ὄντα 及其伴随的形容词(κομπώδη、φρυαγματίαν、μεστόν)均为阳性单数宾格,修饰并说明前方的宾格短语 τὸν βίον αὐτοῦ(“他的生活/生活方式”)。句法骨架为:亚洲式演说风格(与格 ζήλῳ)与他的生活方式(宾格 βίον)有极大相似之处,而这种生活方式本身是“浮夸、狂妄……的”。
