← 普鲁塔克

安东尼传

§28.1-28.7

亚历山大里亚的奢靡享乐与医师菲洛塔斯的回忆

安东尼置外患于不顾,在亚历山大里亚与克娄巴特拉沉溺于奢靡享乐;通过医师菲洛塔斯的回忆,展现了宴席厨房的奢华备办以及安东尼幼子的阔绰赠予。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

οὕτω δʼ οὖν τὸν Ἀντώνιον ἥρπασεν ὥστε, πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων, αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον,1 οἴχεσθαι φερόμενον ὑπʼ αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον2 ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς Ἀντιφῶν εἶπεν, ἀνάλωμα, τὸν χρόνον.

总之,她彻底迷住了安东尼,以至于尽管他的妻子富尔维亚在罗马为了他的利益正与凯撒交战,且一支帕提亚军队正盘桓于美索不达米亚周围——国王的将领们已推举拉比埃努斯为这支军队的帕提亚统帅,正打算进犯叙利亚——他却仍被她带往亚历山大里亚;并在那里像一个无所事事的游手好闲少年一般,纵情于嬉戏消遣之中,挥霍并荒废了如安提丰所说的最昂贵的开销——时间。

§28.2

ἦν γάρ τις αὐτοῖς σύνοδος ἀμιμητοβίων λεγομένη· καὶ καθʼ ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρὸς εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης ἀναπεισθῆναι νέος ὢν ὑπʼ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι.

因为他们成立了一个被称为“无双生活者”的社团;他们每日相互设宴款待,耗费之巨令人难以置信。总之,来自安菲萨的医者菲洛塔斯曾向我们的祖父兰普里亚斯讲述,他当时正在亚历山大里亚学习医术,由于与一位王室厨师结为熟识,年轻的他在对方的劝说下前去参观宴席的奢华与准备工作。

§28.3

παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ πλῆθος τῶν δειπνούντων. τὸν δὲ ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα· δεῖ δʼ ἀκμὴν ἔχειν τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτʼ ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος.

他被引进厨房后,看见其他各种极其丰盛的食材以及八头正在烤着的野猪,对食客的人数惊叹不已。厨师却笑着说,就餐的人并不多,只有十二人左右;但呈上的每一道菜都必须恰到好处,而仅仅片刻之间就能使之色香味减损。因为安东尼可能立刻索要晚宴,也可能稍后索要,而倘若凑巧要了一杯酒或偶然谈论起什么话头,便会将宴席推迟。

§28.4

ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα συντέτακται· δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτα οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων, ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρʼ αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός.

厨师说,因此所备办的并非一顿宴席,而是许多顿;因为良机难以逆料。菲洛塔斯讲述了这些,并说随着时间推移,他成为了安东尼由富尔维亚所生的长子的侍从之一,在长子不与父亲一同用餐时,他通常便与其他同伴一起在这位少年处共进晚餐。

§28.5

ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι· τῷ πως πυρέττοντι δοτέον ψυχρόν· πᾶς δὲ ὁ πυρέττων πως πυρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν. πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος, ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν, ταῦτα, ὦ Φιλώτα, χαρίζομαι πάντα σοι, δείξαντα πολλῶν τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν.

有一次,一位医生举止傲慢,在他们用餐时多番纠缠打扰,菲洛塔斯便用如下的诡辩使他闭口不言: “对于以某种方式发热者,应给予冷饮;凡发热者皆是以某种方式发热;因此对于一切发热者,皆应给予冷饮。” 那人哑口无言,陷入沉默,少年欢欣大笑,说道: “菲洛塔斯,这一切我都赠予你,”并指着一张摆满许多大酒杯的桌子。

§28.6

αὐτοῦ δὲ τὴν μὲν προθυμίαν ἀποδεξαμένου, πόρρω δʼ ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν3 καὶ σημήνασθαι κελεύειν. ἀφοσιουμένου δὲ αὐτοῦ καὶ δεδοικότος λαβεῖν, τί, ὦ πόνηρε, φάναι τὸν ἄνθρωπον, ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι;

菲洛塔斯虽领受了他的好意,却绝不认为如此年幼的孩子有权赏赐这许多财物;然而不久之后,一名仆人拉住他,把盛在器皿里的杯子拿来,让他盖上印记。菲洛塔斯推辞不敢接受,那仆人便说: “你这可怜的人,为何犹豫不决?难道你不知道赠予者是安东尼的儿子,他完全有权力赏赐如此多的金器?

§28.7

ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων. ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.

不过听我的劝,把它们全跟我们换成银钱吧;因为他的父亲或许会挂念其中的某些器皿,它们是古董,在工艺上也备受珍视。” 我们的祖父告诉我们,菲洛塔斯每每都会向他讲述这些事情。

语法注3 条
  1. 28.1ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον

    关系代词 ἧς 为阴性单数属格,先行词为 Παρθικῆς στρατιᾶς,修饰名词 αὐτοκράτορα(“该军的统帅”),而动词 ἐπιβατεύσειν(侵入/占领)所支配的属格为 Συρίας。主语是 οἱ βασιλέως στρατηγοί,而 Λαβιηνόν 与 Παρθικὸν αὐτοκράτορα 构成分词 ἀναγορεύσαντες 的双重宾格(“推举拉比埃努斯为帕提亚统帅”)。

  2. 28.1ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον

    μειρακίου σχολὴν ἄγοντος 为属格短语(“度过闲暇的青年之……”),修饰名词短语 διατριβαῖς καὶ παιδιαῖς(“消遣与嬉戏”)。分词 χρώμενον 为阳性单数宾格,与不定式 ἀναλίσκειν 和 καθηδυπαθεῖν 在间接引语中的逻辑主语(安东尼)保持一致。

  3. 28.6μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν

    此句属于间接引语(不定式 προσφέρειν)结构,τινα τῶν παίδων(仆人之一)为不定式的逻辑主语。中间态不定过去时分词 ἁψάμενον 支配隐含的属格(αὐτοῦ,指菲洛塔斯),意为“拉住他”或“拽着他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:28.1-28.7