← 普鲁塔克

安东尼传

§27.1-27.4

安东尼的回宴与克娄巴特拉的谈吐及语言才华

安东尼在回请克娄巴特拉的宴席上落于下风,只得以自嘲解围,克娄巴特拉也顺势以随和粗率的态度相迎。随后叙述了克娄巴特拉的非凡魅力并非纯粹在于容貌,而在于交际谈吐、迷人风度,以及能够无需翻译便与各族交谈的多语言能力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

τῇ δʼ ὑστεραίᾳ πάλιν ἀνθεστιῶν αὐτὴν ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴν λαμπρότητα καὶ τὴν ἐμμέλειαν, ἀμφοῖν δὲ λειπόμενος, καὶ κρατούμενος ἐν αὐτοῖς ἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶ ἀγροικίαν τὰ παρʼ αὑτῷ. πολὺν δὲ ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸν στρατιώτην ἐνορῶσα καὶ βάναυσον,1 ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένως ἤδη καὶ κατατεθαρρηκότως.

次日,〔安东尼〕回请她,极力想在华美与优雅上胜过她,但两方面皆相形见绌,且正是在这些方面被击败,于是他自己首先嘲弄起己方陈设的简陋与粗鄙。克娄巴特拉看出连安东尼的玩笑中也带着十足的行伍气与市井粗俗,便也无拘无束、大胆放肆地以同样的调子对待他。

§27.2

καὶ γὰρ ἦν, ὡς λέγουσιν, αὐτὸ μὲν καθʼ αὑτὸ τὸ κάλλος αὐτῆς οὐ πάνυ δυσπαράβλητον, οὐδὲ οἷον ἐκπλῆξαι τοὺς ἰδόντας,2 ἁφὴν δʼ εἶχεν ἡ συνδιαίτησις ἄφυκτον, ἥ τε μορφὴ μετὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος καὶ τοῦ περιθέοντος ἅμα πως περὶ τὴν ὁμιλίαν ἤθους ἀνέφερέ τι κέντρον.

因为据说,她的容貌本身其实绝非无可比拟,也算不上能使见者倾倒,但与她相处却具有无可逃避的吸引力;她的仪容伴着谈吐中的说服力,以及在交往中不知不觉自然流露的品性,激起某种直击心魄的刺激。

§27.3

ἡδονὴ δὲ καὶ φθεγγομένης ἐπῆν τῷ ἤχῳ· καὶ τὴν γλῶτταν, ὥσπερ ὄργανόν τι πολύχορδον, εὐπετῶς τρέπουσα καθʼ ἣν βούλοιτο διάλεκτον ὀλίγοις παντάπασι δι’ ἑρμηνέως ἐνετύγχανε βαρβάροις, τοῖς δὲ πλείστοις αὐτὴ δι’ αὑτῆς ἀπεδίδου τὰς ἀποκρίσεις, οἷον Αἰθίοψι, Τρωγλοδύταις, Ἑβραίοις, Ἄραψι, Σύροις, Μήδοις, Παρθυαίοις.

她开口说话时,语调中也蕴含着愉悦之感;她能轻而易举地把舌头如同多弦乐器一般随意转换成任何她想要的语言,因此她极少需要通过翻译与异族人会面,对于绝大多数人,例如埃塞俄比亚人、穴居人、希伯来人、阿拉伯人、叙利亚人、米底人、帕提亚人,她都能亲自直接给予答复。

§27.4

πολλῶν δὲ λέγεται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον,3 ἐνίων δὲ καὶ τὸ μακεδονίζειν ἐκλιπόντων.

据说她还掌握了许多其他部族的语言,而先于她的历代国王甚至连埃及语都未曾耐得下心去学,有些人甚至荒废了马其顿方言。

语法注3 条
  1. 27.1πολὺν δὲ ἡ Κλεοπάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸν στρατιώτην ἐνορῶσα καὶ βάναυσον

    分词 ἐνορῶσα 的宾语是 πολὺν ... τὸν στρατιώτην ... καὶ βάναυσον,其中带定冠词的名词和形容词转用为表示“行伍气”与“粗俗者”的特质,修饰词 πολύν 作谓语性修饰表示“具有很多/十分显著”。καὶ τοῖς σκώμμασι 是复合动词 ἐν-οράω 所要求的与格补足成分(“在……之中看出”)。

  2. 27.2οὐδὲ οἷον ἐκπλῆξαι τοὺς ἰδόντας

    关系代词 οἷος 搭配不定式 ἐκπλῆξαι 构成表示性质或结果的常用句式(“足以……的 / 诸如……此类的”)。此处与否定词 οὐδέ 连用,表示她的外貌“绝非那种能够震慑见者的容貌”。

  3. 27.4τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον

    此处为属格独立结构(genitive absolute),在逻辑上与前面主句(克娄巴特拉精通多国语言)构成强烈的对比或让步转折关系(“尽管在她之前的历代国王们……”)。分词 ἀνασχομένων(源自 ἀνέχομαι)接补足不定式 παραλαβεῖν,意为“耐受学习/掌握”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:27.1-27.4