- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利奥帕特拉乘坐极尽奢华的驳船溯基德努斯河而上,倾倒全城民众,使安东尼独留高台,并最终在无比璀璨的筵席上招待了安东尼。
πολλὰ δὲ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν φίλων δεχομένη γράμματα καλούντων,1 οὕτω κατεφρόνησε καὶ κατεγέλασε τοῦ ἀνδρὸς ὥστε πλεῖν ἀνὰ τὸν Κύδνον ποταμὸν ἐν πορθμείῳ χρυσοπρύμνῳ, τῶν μὲν ἱστίων ἁλουργῶν ἐκπεπετασμένων, τῆς δὲ εἰρεσίας ἀργυραῖς κώπαις ἀναφερομένης πρὸς αὐλὸν ἅμα σύριγξι καὶ κιθάραις συνηρμοσμένον.
虽然她收到了许多来自他本人以及朋友们的召见信函,但她对这人极为轻蔑和嘲弄,以至于乘着一艘金箔船尾的平底驳船溯基德努斯河而上;紫色的帆完全张开,银桨划水起伏的节拍与笛声相和,笛子亦与排箫和里拉琴一同调律配合。
αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸ σκιάδι χρυσοπάστῳ κεκοσμημένη γραφικῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γραφικοῖς Ἔρωσιν εἰκασμένοι παρʼ ἑκάτερον ἑστῶτες ἐρρίπιζον. ὁμοίως δὲ καὶ θεραπαινίδες αἱ καλλιστεύουσαι Νηρηΐδων ἔχουσαι καὶ Χαρίτων στολάς, αἱ μὲν πρὸς οἴαξιν, αἱ δὲ πρὸς κάλοις ἦσαν. ὀδμαὶ δὲ θαυμασταὶ τὰς ὄχθας ἀπὸ θυμιαμάτων πολλῶν κατεῖχον.
她本人则装扮得如画中的阿芙罗狄忒一般,躺在洒金的天篷之下;似画中厄罗斯一般的侍童侍立两侧为她摇扇。同样,最美丽的侍女们身着涅瑞伊得斯和卡里忒斯的服饰,有的把守舵柄,有的掌管缆绳。许多香料散发出令人惊叹的香气笼罩着河岸。
τῶν δὲ ἀνθρώπων οἱ μὲν εὐθὺς ἀπὸ τοῦ ποταμοῦ παρωμάρτουν ἑκατέρωθεν, οἱ δὲ ἀπὸ τῆς πόλεως κατέβαινον ἐπὶ τὴν θέαν. ἐκχεομένου δὲ τοῦ κατὰ τὴν ἀγορὰν ὄχλου τέλος αὐτὸς ὁ Ἀντώνιος ἐπὶ βήματος καθεζόμενος ἀπελείφθη μόνος. καί τις λόγος ἐχώρει διὰ πάντων ὡς ἡ Ἀφροδίτη κωμάζοι παρὰ τὸν Διόνυσον ἐπʼ ἀγαθῷ τῆς Ἀσίας. ἔπεμψε μὲν οὖν καλῶν αὐτὴν ἐπὶ τὸ δεῖπνον· ἡ δὲ μᾶλλον ἐκεῖνον ἠξίου πρὸς ἑαυτὴν ἥκειν.
人们中,有的从河畔直接在两岸尾随而行,有的则从城中下来观看这番景象。随着集市上的群众倾巢而出,最终安东尼本人孤身一人留在高台的坐席上。并且人人都流传着一种说法,说阿芙罗狄忒正为亚细亚的福祉前来与狄奥尼索斯共赴欢宴。于是他派人去邀请她共进晚餐,而她却要求他不如到她那里来。
εὐθὺς οὖν τινὰ βουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι καὶ φιλοφροσύνην ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼν δὲ παρασκευῇ λόγου κρείττονι2 μάλιστα τῶν φώτων τὸ πλῆθος ἐξεπλάγη. τοσαῦτα γὰρ λέγεται καθίεσθαι καὶ ἀναφαίνεσθαι πανταχόθεν ἅμα, καὶ τοιαύταις πρὸς ἄλληλα κλίσεσι καὶ θέσεσι διακεκοσμημένα καὶ συντεταγμένα πλαισίων καὶ περιφερῶν τρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις ἀξιοθεάτων3 καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.
因此,他急于表现出宽和与亲善,便顺从前去。然而当他目睹了那超越言语所能形容的陈设布置时,尤其被灯火之众多所震慑。因为据说有如此之多的灯火同时从四面八方垂挂与显现,并且以方形和环形的方式,按照相互对应的角度和方位巧妙陈设和布置,以至于那景象成为世间罕见之大观与绝色。
- 26.1παρʼ αὐτοῦ καὶ παρὰ τῶν φίλων δεχομένη γράμματα καλούντων
现在分词 καλούντων(属格复数阳性)在语法形式上直接与 τῶν φίλων 一致,但在语义上属于兼指 αὐτοῦ 与 τῶν φίλων 两者的“按意义一致”(constructio ad sensum),意即“接受来自他本人及其友人们召见的信函”。
- 26.4παρασκευῇ λόγου κρείττονι
παρασκευῇ 作分词 ἐντυχών 所要求的与格补足语。其修饰语中,属格 λόγου 是由比较级形容词 κρείττονι 支配的比较属格,构成惯用表达,意为“超越言辞所能表达的盛大陈设”。
- 26.4τῶν ἐν ὀλίγοις ἀξιοθεάτων
介词短语 ἐν ὀλίγοις(“在少数之中”)为希腊语熟语,用以修饰形容词并起到等同最高级的作用(“屈指可数的”、“世所罕见的”)。此处与部分属格 τῶν ἀξιοθεάτων καὶ καλῶν 连用,充当结果从句(ὥστε...γενέσθαι)的表语部分。
