← 普鲁塔克

安东尼传

§25.1-25.4

安东尼的传唤与克利奥帕特拉的赴会准备

安东尼在发起帕提亚战争前传唤克利奥帕特拉前来受质,但使者戴利乌斯为其魅力所折服并劝其取悦安东尼;克利奥帕特拉凭藉自身的绝代风华与谋略,备齐丰厚资财从容赴会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

τοιούτῳ δʼ οὖν ὄντι τὴν φύσιν Ἀντωνίῳ τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρως ἐπιγενόμενος, καὶ πολλὰ τῶν ἔτι κρυπτομένων ἐν αὐτῷ καὶ ἀτρεμούντων παθῶν ἐγείρας καὶ ἀναβακχεύσας, εἴ τι χρηστὸν ἢ σωτήριον ὅμως ἀντεῖχεν, ἠφάνισε καὶ προσδιέφθειρεν. ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον. ἁπτόμενος τοῦ Παρθικοῦ πολέμου ἔπεμψε πρὸς αὐτήν, κελεύων εἰς Κιλικίαν ἀπαντῆσαι λόγον ὑφέξουσαν ὧν ἐνεκαλεῖτο1 τοῖς περὶ Κάσσιον δοῦναι πολλὰ καὶ συμβαλέσθαι πρὸς τὸν πόλεμον.

对于天性如此的安东尼而言,对克利奥帕特拉的爱欲作为最后的祸害降临于他,它唤醒并狂暴地激发了他内心深处许多尚在潜藏与蛰伏的情欲,彻底消除并一同毁灭了那原本还在勉力支撑的任何良善或自救之念。而他是通过以下方式沦陷的。在他着手发动帕提亚战争时,曾派人前往她那里,命令她前往基利基亚会面,就有人控告她曾向卡西乌斯一党提供大量资财并在战争中予以资助一事作出解释。

§25.2

ὁ δὲ πεμφθεὶς Δέλλιος, ὡς εἶδε τὴν ὄψιν καὶ κατέμαθε τὴν ἐν τοῖς λόγοις δεινότητα καὶ πανουργίαν, εὐθὺς αἰσθόμενος ὅτι κακὸν μὲν οὐδὲ μελλήσει τι ποιεῖν γυναῖκα τοιαύτην Ἀντώνιος, ἔσται δὲ μεγίστη παρʼ αὐτῷ, τρέπεται πρὸς τὸ θεραπεύειν καὶ προτρέπεσθαι τὴν Αἰγυπτίαν, τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐλθεῖν εἰς Κιλικίαν εὖ ἐντύνασαν ἓ αὐτὴν2 καὶ μὴ φοβεῖσθαι τὸν Ἀντώνιον, ἥδιστον ἡγεμόνων ὄντα καὶ φιλανθρωπότατον.

被派去的戴利乌斯一见到她的容貌,领教了她在辞令上的机敏与精明,便立刻意识到安东尼绝不会对这样的女人生出丝毫加害之意,她反而会在安东尼身边拥有至高无上的地位;于是他转而逢迎并劝说这位埃及女王,正如荷马那句名言所说,“盛装打扮好自己”前往基利基亚,不必畏惧安东尼,因为他是诸统帅中最和气、最仁厚的。

§25.3

ἡ δὲ καὶ Δελλίῳ πεισθεῖσα, καὶ τοῖς πρὸς Καίσαρα καὶ Γναῖον τὸν Πομπηΐου παῖδα πρότερον αὐτῇ γενομένοις ἀφʼ ὥρας συμβολαίοις τεκμαιρομένη, ῥᾷον ἤλπιζεν ὑπάξεσθαι τὸν Ἀντώνιον. ἐκεῖνοι μὲν γὰρ αὐτὴν ἔτι κόρην καὶ πραγμάτων ἄπειρον ἔγνωσαν, πρὸς δὲ τοῦτον ἔμελλε φοιτήσειν ἐν ᾧ μάλιστα καιροῦ3 γυναῖκες ὥραν τε λαμπροτάτην ἔχουσι καὶ τὸ φρονεῖν ἀκμάζουσι.

她既被戴利乌斯说服,又根据以往在青春美貌之际与凯撒以及庞培之子格奈乌斯之间的交往经验进行推测,期望能更容易地使安东尼归顺于自己。因为那两人结识她时,她尚且年少且不通世事,而如今她前往见安东尼之时,正值女子容貌最为艳丽、智谋最为成熟的黄金时期。

§25.4

διὸ πολλὰ μὲν συνεσκευάσατο δῶρα καὶ χρήματα καὶ κόσμον οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων μεγάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν, τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶ αὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδας θεμένη παρεγένετο.

因此,她打点妥当了许多礼物、金钱和饰物,其规格足以彰显庞大产业与富庶王国的气派,但她抵达时,最大的寄托依然是她自身以及她周身所散发出的魅惑与迷药。

语法注3 条
  1. 25.1ὧν ἐνεκαλεῖτο

    关系代词的引申格变化(attraction)。底层的结构为 τούτων ἅ ἐνεκαλεῖτο,省略了先行词 τούτων,宾格代词 ἅ 受其属格影响而被同化为属格 ὧν;其后的不定词短语 δοῦναι... καὶ συμβαλέσθαι 进一步阐明了控告的具体内容。

  2. 25.2τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐλθεῖν εἰς Κιλικίαν εὖ ἐντύνασαν ἓ αὐτὴν

    短语 τοῦτο δὴ τὸ Ὁμηρικόν 为同格/状语性宾格习惯表达,用于引出下文的引用句。该引语脱胎于荷马《伊利亚特》第14卷第162行(赫拉盛装诱惑宙斯的场景:ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν),并在句中调整为从属于 προτρέπεσθαι 的带宾格的不定词结构。ἓ αὐτήν 是史诗形式的第三人称宾格反身代词。

  3. 25.3ἐν ᾧ μάλιστα καιροῦ

    关系从句中的部分属格结构。部分属格 καιροῦ 修饰关系代词短语 ἐν ᾧ,意为“正值女子尤为……的时机之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:25.1-25.4