- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:24.1-24.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼进入亚细亚后沉溺于享乐,将巨资挥霍于倡优与谄媚者并征收重税,虽在演说家海布雷亚斯的进谏下惊觉弊端,却仍因性格纯朴而被伪装成直言的谄媚者所蒙蔽。
ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆς Ἑλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶ τῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶ θύρας ἐφοίτων καὶ βασιλέων γυναῖκες ἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶ κάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃ δὲ Καίσαρος στάσεσι καὶ πολέμοις ἀποτρυχομένου πολλὴν αὐτὸς ἄγων σχολὴν καὶ εἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸν συνήθη βίον, Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶ Ξοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρχηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκροαμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας,1 εἰσερρύη καὶ διῴκει τὴν αὐλήν, οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένων ἁπάντων.
当他将卢基乌斯·森索里努斯留在希腊,自己渡海前往亚细亚并插手当地的财富,诸王频频造访其门庭,王后们彼此竞相以礼物和美貌献媚于他;而此时在罗马,凯撒正因党争和战乱而心力交瘁,安东尼本人却享有极多的闲暇与和平,随其情欲重返往昔习以为常的生活;当阿纳克塞诺尔一类的琴师、克苏托斯一类的笛师、某个名叫墨特罗多罗斯的舞者,以及其他这一类亚细亚乐人小丑的班底——他们在放肆与鄙俗方面远胜来自意大利的祸害——蜂拥而入并把持了宫廷,一切便变得难以容忍,因为所有的资财都挥霍在这些事物上。
ἡ γὰρ Ἀσία πᾶσα, καθάπερ ἡ Σοφόκλειος ἐκείνη πόλις, ὁμοῦ μὲν θυμιαμάτων ἔγεμεν, "ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων." εἰς γοῦν Ἔφεσον εἰσιόντος αὐτοῦ γυναῖκες μὲν εἰς Βάκχας, ἄνδρες δὲ καὶ παῖδες εἰς Σατύρους καὶ Πᾶνας ἡγοῦντο διεσκευασμένοι, κιττοῦ δὲ καὶ θύρσων καὶ ψαλτηρίων καὶ συρίγγων καὶ αὐλῶν ἡ πόλις ἦν πλέα, Διόνυσον αὐτὸν ἀνακαλουμένων χαριδότην καὶ μειλίχιον.
整个亚细亚正如索福克勒斯笔下的那座城邦,同时充塞着香烟,“同时交织着颂歌与哀鸣。” 至少当他进入以弗所时,妇女们扮作巴克科斯的侍女,男子和少年们则扮作萨堤洛斯和潘神在前面开道;城中到处是常春藤、神杖、竖琴、排箫和长笛,人们高呼他为“施恩者”和“慈祥的”狄奥尼索斯。
ἦν γὰρ ἀμέλει τοιοῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς ὠμηστὴς καὶ ἀγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀνθρώπους τὰ ὄντα μαστιγίαις καὶ κόλαξι χαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τεθνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλαβον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατο μαγείρῳ περὶ ἕν, ὡς λέγεται, δεῖπνον εὐδοκιμήσαντι.
事实上对某些人而言他确实如此,但对绝大多数人来说他却是“嗜生肉者”和“残暴者”。因为他剥夺贵族阶层的财产,施舍给流氓与谄媚之徒。有些人甚至把许多尚且活着的人当作死者来索求,从而获得了其家产;据说他还把一位马格内西亚人的宅邸赠给了一名仅因一顿晚餐而博得好评的厨子。
τέλος δέ, ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς, εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσασθαι θέρος καὶ δὶς ὀπώραν, πρακτικῶς δὲ καὶ παραβόλως συναγαγὼν ὅτι μυριάδας εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, ταῦτα, εἶπεν, εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, ἀπολώλαμεν.
最后,当他向各城邦征收第二道赋税时,海布雷亚斯代表亚细亚进言,敢于以通俗而又不失合乎安东尼脾胃的方式说道: “如果你能在一年内收取两次赋税,你也就能为我们带来两次夏季和两次秋实;”接着他又务实而大胆地总结道,亚细亚已经缴纳了二十万塔兰同: “这些钱,”他说,“如果你没有收到,就向拿走它的人追索;但如果你收到了却花光了,我们就彻底毁灭了。”
ἐτρέψατο τούτῳ δεινῶς τὸν Ἀντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὤν, ὡς δι’ ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν. ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας. μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον.
这番话极大地触动了安东尼;因为他对发生的大多数事情并不知情,这倒不是因为他有多么怠惰,而是因为他出于天性纯朴而信任身边的人。他的性格中怀有纯朴,对事物的察觉虽然迟缓,但一旦察觉到过错便会强烈悔恨,并向遭受不公待遇的当事人认错,无论在奖赏还是在惩处上都展现出极大的规模。不过,他在施惠时似乎比在惩罚时更容易超越适度。
ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν. ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν2 ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲς ὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παραμιγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰ τὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχανώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι.3
然而,他在戏谑和嘲讽方面的傲慢本身就带有解药;因为人们完全可以回击嘲弄并反过来侮辱他,他被别人取笑与取笑别人一样感到开心。而这也败坏了他的大部分事务:他绝想不到那些在玩笑中直言不讳的人会在严肃事务中谄媚自己,因此轻而易举地被赞美所俘获;他未曾发觉,有些人将直言像微苦的调料一般掺杂进谄媚之中,以驱除令人腻烦之感,借着在酒杯旁的放肆与饶舌,精心设计使自己在实际事务中的退让与迎合看起来不像是为了讨好而说话,倒像是在智谋上甘拜下风。
- 24.2ὑπερβαλλομένων λαμυρίᾳ καὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίας κῆρας
属格复数分词 ὑπερβαλλομένων 与前面的属格复数名词短语 Ἀσιανῶν ἀκροαμάτων(“亚细亚艺人”,受集体名词 θίασος 支配)一致,指这群艺人在放肆与鄙俗方面超过了来自意大利的祸害。
- 24.7οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν
分词 οἰηθείς 与小词 ἄν 结合,构成表原因的分词结构并带有潜在/反事实语气(“因为他绝不会想到……”)。否定词 οὐ 直接修饰分词 οἰηθείς,而分词 σπουδάζοντας 则与不定式 κολακεύειν 的逻辑主语(τοὺς ... παρρησιαζομένους)一致,作表情况的分词(“当他们在严肃之时”)。
- 24.8τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσιν καὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων φαίνεσθαι
由 διαμηχανώμενοι 所引出的宾语短语 τὴν ... ὕφεσιν καὶ συγκατάθεσιν 充当不定式 φαίνεσθαι 的逻辑主语。后面的属格分词短语(μὴ πρὸς χάριν ὁμιλούντων, ἀλλὰ τῷ φρονεῖν ἡττωμένων)作表语性特征属格,意为“使实际事务中的退让与迎合显得不属于迎合说话之人,而属于在智力上被击败之人的表现”。
