- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:23.1-23.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒因病返回罗马,安东尼则率军前往希腊筹款;安东尼起初态度宽和并热衷希腊文化,但对墨伽拉人的议事厅给出了轻蔑的评价。
ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμην ἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺν χρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰς πρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατιὰν ἄγων· ὑπεσχημένοι γὰρ ἑκάστῳ στρατιώτῃ δραχμὰς πεντακισχιλίας ἐδέοντο συντονωτέρου χρηματισμοῦ καὶ δασμολογίας.
此后,凯撒被送回罗马,人们认为他因患病已不久于人世;而安东尼则率领大军渡海前往希腊,意在从东方各行省搜刮资财;因为他们曾许诺给每名士兵五千德拉克马,正需要更加强力地筹集资金并征收赋税。
τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοπος οὐδὲ φορτικὸς συνηνέχθη1 τό γε πρῶτον, ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσεις φιλολόγων καὶ θέας ἀγώνων καὶ μυήσεις ἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής, καὶ φιλέλλην ἀκούων2 ἔχαιρεν, ἔτι δὲ μᾶλλον φιλαθήναιος προσαγορευόμενος, καὶ τῇ πόλει πλείστας δωρεὰς ἔδωκε.
于是,安东尼起初对待希腊人既不乖张亦不暴虐,反而将自己的消遣时光用于聆听学者讲学、观赏竞技以及参与秘仪;在审判方面他十分宽仁,乐于听人称他为“热爱希腊者”,若被呼为“热爱雅典者”则更为喜悦,并赐予该城极多的馈赠。
βουλομένων δέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξασθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδεῖν αὐτὸν ἀξιωσάντων ἀναβὰς καὶ θεασάμενος, ὡς ἐπυνθάνοντο τί δοκοίη, μικρὸν μέν, ἔφη, σαπρὸν δέ. καὶ τὸν τοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντελέσων· τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύγκλητον.
墨伽拉人也想展示某些美好的事物与雅典竞胜,便恳请他参观他们的议事厅;他登上去观看之后,当他们询问他的看法时,“既狭小,”他说,“又腐朽。” 他还测量了皮托的阿波罗神庙,打算将其竣工;因为他曾向元老院许下这一承诺。
- 23.2συνηνέχθη
συμφέρομαι 与与格(τοῖς Ἕλλησιν)连用,意为“对待、与……相处”。主格谓语形容词 οὐκ ἄτοπος οὐδὲ φορτικός 用来修饰主语安东尼的态度(“既不荒谬也不暴虐”)。
- 23.2φιλέλλην ἀκούων
分词 ἀκούων 搭配谓语形容词 φιλέλλην,构成 ἀκούω 表示“被称为、得……之名”(相当于拉丁语 bene audire)的惯用表达,意为“乐于被称作‘亲希腊者’”。
