← 普鲁塔克

安东尼传

§22.1-22.4

腓立比之战的胜利与礼遇布鲁图

在腓立比战役中,重病的凯撒表现不佳,而安东尼则屡建战功,导致卡西乌和布鲁图兵败身亡。安东尼下令处死霍尔滕西乌以替弟复仇,却厚礼安葬布鲁图的遗体,并处死了侵吞丧葬财物的释奴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλʼ Ἀντώνιος ἦν ὁ νικῶν πάντα καὶ κατορθῶν.

然而,当他们渡海投入战斗并与敌军对垒驻营时——安东尼面对卡西乌,凯撒面对布鲁图——凯撒这一方未见有何伟大功绩,反倒是安东尼在各处克敌制胜、建树功业。

§22.2

τῇ μέν γε προτέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰ κράτος ἡττηθεὶς ἀπέβαλε τὸ στρατόπεδον, καὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών·1 ὡς δὲ αὐτὸς ἐν τοῖς ὑπομνήμασι γέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντος ἀνεχώρησε πρὸ τῆς μάχης.

至少在第一场战役中,凯撒彻底败给布鲁图并丢弃了营垒,仅以微弱的先机摆脱追兵潜逃;不过正如他自己在回忆录中所写,是因为他的一位朋友做了梦,他才在战前退避的。

§22.3

Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι.2 Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον.

安东尼则击败了卡西乌;尽管有人记载安东尼本人并未亲临战阵,而是在战后才赶至与已经在追击的部下汇合。卡西乌因其自身的请求与命令,被其忠诚的释奴之一品达鲁斯刺死;因为他不知道布鲁图已经获胜。

§22.4

ὀλίγων δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ʽἀνῃρήκει γὰρ ἐκεῖνον ὁ Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν3, φήσας δὲ μᾶλλον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.

过了数日,他们再度交战;布鲁图战败自尽,而安东尼则赢得了这场胜利的大部分荣耀,这更是因为凯撒当时身患重病。安东尼走到布鲁图的尸体旁,因其弟盖乌斯之死略微责备了他一番——因为布鲁图曾在马其顿为了给西塞罗报仇而处死了盖乌斯——但他旋即表示,比起布鲁图,自己更怪罪霍尔滕西乌导致其弟被戮,遂下令将霍尔滕西乌在其弟墓前斩首献祭;而对布鲁图,他将自己价值不菲的紫袍披在其身上,并指派自己的一名释奴负责料理葬礼。后来得知此人不仅未将紫袍与尸体一同焚化,还私吞了大笔丧葬费用,安东尼便将他处死了。

语法注3 条
  1. 22.2μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών

    动词 φθάνω(抢先、占先)支配宾格宾语 τοὺς διώκοντας(追击者)以及补充副词性分词 ὑπεκφυγών(潜逃)。加上作副词用的宾格 μικρόν(些微),整体构成“以毫厘之差抢在追兵之前潜逃”、即“勉强逃脱追捕”之意。

  2. 22.3προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι

    与格复数分词 διώκουσι 作为复合动词 προσγενέσθαι(加入、会合)的间接宾语,指代前文语境中他的部下(“那些已经处于追击中的士兵”),意即安东尼只是在战斗结束后赶上并加入了正在追敌的部下。

  3. 22.4Κικέρωνι τιμωρῶν

    动词 τιμωρέω 支配宾格时意为“惩罚某人”,而支配与格时则意为“为某人报仇”或“为某人复仇”。此处 Κικέρωνι 为与格,故作“为西塞罗复仇”解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:22.1-22.4