← 普鲁塔克

安东尼传

§21.1-21.4

安东尼的纵欲搜刮与进军马其顿的准备

在后三头统治下,安东尼沉溺享乐并大肆搜刮,招致罗马人深恶痛绝;随后他与凯撒平分钱财和军队,进军马其顿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἦν δὲ καὶ τὰ πολλὰ Ῥωμαίοις ἐπαχθὴς ἡ τῶν τριῶν ἀρχή· καὶ τὸ πλεῖστον ὁ Ἀντώνιος τῆς αἰτίας εἶχε, πρεσβύτερος μὲν ὢν Καίσαρος, Λεπίδου δὲ δυνατώτερος, εἰς δὲ τὸν βίον ἐκεῖνον αὖθις τὸν ἡδυπαθῆ καὶ ἀκόλαστον, ὡς πρῶτον ἀνεχαίτισε τῶν πραγμάτων,1 ἐκκεχυμένος.

三头统治在很大程度上令罗马人不堪忍受,而安东尼承担了最多的指责;因为他年长于凯撒,权势胜于雷必达,且一旦摆脱政务的约束,便再次沉溺于那般骄奢放纵的生活之中。

§21.2

προσῆν δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μικρὸν μῖσος, ἣν ᾤκει, Πομπηΐου τοῦ Μεγάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν χρημάτων τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ ποριζομένων.2

此外,在普遍的恶名之外,还增添了因他所居住的宅邸而引起的极大怨恨。这座宅邸曾属于大庞培,此人因节制以及井然有序、平易近人的生活作风而受人钦慕,其程度丝毫不亚于因其三次凯旋式所获的荣耀。人们恼恨地看到,这座大宅的大门几乎总是向将领、长官和使节们紧闭,他们受辱般地被驱离门外;而宅内却塞满了哑剧演员、幻术师以及烂醉如泥的逢迎之徒,通过最暴力和残酷的手段聚敛来的绝大部分钱财,都被挥霍在这些人身上。

§21.3

οὐ γὰρ μόνον ἐπώλουν οὐσίας τῶν φονευομένων, ἐπισυκοφαντοῦντες οἰκείους καὶ3 γυναῖκας αὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος, ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοι παρθένοις παρακαταθήκας τινὰς κεῖσθαι καὶ ξένων καὶ πολιτῶν ἔλαβον ἐπελθόντες.

因为他们不仅变卖被诛杀者的财产,对其亲族和妻子罗织罪名,动用了一切苛捐杂税,甚至在得知维斯塔贞女处藏有属于异邦人及公民的寄托存款后,还强行闯入将其掳掠一空。

§21.4

ὡς δὲ οὐδὲν ἦν ἱκανὸν Ἀντωνίῳ, Καῖσαρ ἠξίωσε νείμασθαι τὰ χρήματα πρὸς αὐτόν. ἐνείμαντο δὲ καὶ τὸν στρατόν, ἐπὶ Βροῦτον καὶ Κάσσιον εἰς Μακεδονίαν στρατεύοντες ἀμφότεροι, Λεπίδῳ δὲ τὴν Ῥώμην ἐπέτρεψαν.

然而,对安东尼来说无论多少钱财都不够挥霍,凯撒便要求与他平分款项。他们还瓜分了军队,两人一同进军马其顿讨伐布鲁图和卡西乌,而将罗马托付给雷必达。

语法注3 条
  1. 21.1ὡς πρῶτον ἀνεχαίτισε τῶν πραγμάτων

    动词 ἀναχαιτίζω 源于马匹直立弹跳、甩脱缰绳或骑手的隐喻,此处意为摆脱公职政务的束缚(τῶν πραγμάτων 为分离属格)。与 ὡς πρῶτον(“一……就……”)连用,生动表明安东尼一离开政务便立即重蹈以往的放荡生活。

  2. 21.2ποριζομένων

    现在中动态/被动态分词属格中性复数,修饰关系从句中位置较前、被分隔开的名词 τῶν χρημάτων(倒置/离隔构文 hyperbaton),意为“以最暴力和残酷的手段聚敛而来的钱财”。

  3. 21.3οὐ γὰρ μόνον ... οὐδὲ ... ἀλλὰ καὶ

    表示递进与对比的复合关联句式。在 οὐ μόνον(“不仅……”)之后,以 οὐδέ 增加一层恶行(“而且不仅……”),并最终由 ἀλλὰ καί(“甚至连……也……”)推向高潮,层层递进地揭露其罪行。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:21.1-21.4