← 普鲁塔克

安东尼传

§20.1-20.3

公敌宣告与西塞罗之死

三头同盟通过联姻巩固盟约,并通过公敌宣告处死了三百人。西塞罗遭杀害后其头颅与右手被示众于讲台之上,而卢基乌斯·凯撒则在姐妹(安东尼之母)的拼死护卫下幸免于难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐπὶ δʼ οὖν ταῖς διαλλαγαῖς ταύταις οἱ στρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳ τινὶ τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντα τὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς θυγατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶ τούτου τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθανατώθησαν ὑπʼ αὐτῶν·

无论如何,在这次和解达成之际,士兵们聚集在周围,要求凯撒也通过一桩婚事来巩固友谊,迎娶安东尼的妻子富尔维娅的女儿克洛迪娅。此事也商定之后,他们通过公敌宣告处决了三百人。

§20.2

Κικέρωνος δὲ σφαγέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφαλὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν, ᾗ τοὺς κατʼ αὐτοῦ λόγους ἔγραψε. καὶ κομισθέντων1 ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγχάζων ὑπὸ χαρᾶς πολλάκις· εἶτα ἐμπλησθεὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷ τεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος.2

西塞罗被杀后,安东尼下令砍下他的头颅以及他用来撰写反对自己的演说词的右手。当这些被送来时,他欣喜若狂地注视着,因喜悦而屡屡大笑;随后,在他心满意足之后,便下令将它们悬挂在广场的演讲台上方,仿佛他是在侮辱死者,而不是在展示自己狂妄僭越命运并玷污自己的权柄。

§20.3

ὁ δὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶ διωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. ἡ δέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζομένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόα πολλάκις· οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύκιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴν τὸν αὐτοκράτορα τεκοῦσαν. ἐκείνη μὲν οὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσωσε τὸν ἀδελφόν.

至于他的舅父凯撒正被搜捕追杀,逃到了自己的姐妹那里避难。当杀手们赶到并企图强行闯入她的卧房时,她站在门前,张开双臂,屡屡高喊: “除非你们先杀了我这个生下你们统帅的人,否则休想杀害卢基乌斯·凯撒!” 于是,她便以这般举动暗中将自己的兄弟转移,救下了他的性命。

语法注2 条
  1. 20.2κομισθέντων

    省略主语名词的属格绝对结构。它承前指代前文提到的两样阴性名词——头颅(κεφαλήν)与右手(χεῖρα),在此以中性复数分词 κομισθέντων 进行统括。

  2. 20.2καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος

    修饰主动词 ἐκέλευσεν 的主语(安东尼)的对比性分词结构。καθάπερ 同时统摄前后对照的两个分词 ὑβρίζων 与 οὐχ ... ἐπιδεικνύμενος(“仿佛是在侮辱死者,而不是在展示……”)。ἐπιδεικνύμενος 支配反身代词 αὑτόν 及补充性分词(ἐνυβρίζοντα 与 καταισχύνοντα),表示客观上他实际上是在展示自己对命运的狂妄与对权力的亵渎。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:20.1-20.3