- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:19.1-19.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维(凯撒)、安东尼与雷比达在河心岛会晤瓜分帝国,并通过残忍地互相出卖亲友达成了公敌宣告处决名单。
Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προσεῖχε, τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον, Ἀντώνιον δὲ προὐκαλεῖτο διὰ τῶν φίλων εἰς διαλύσεις. καὶ συνελθόντες οἱ τρεῖς εἰς νησῖδα ποταμῷ περιρρεομένην ἐπὶ τρεῖς ἡμέρας συνήδρευσαν. καὶ τἆλλα μὲν ἐπιεικῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν σύμπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἀλλήλοις, ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀνδρῶν ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγματα παρέσχε, τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας ἀξιοῦντος.1
至于凯撒,因见西塞罗执着于自由,便不再理睬他,而是通过朋友向安东尼提议媾和。三人齐聚在一座河水环绕的江心洲上,连日会谈了三天。在其他事务上彼此大致达成了一致,他们像瓜分祖业一样将整个帝国的统治权彼此分割;然而关于处决名单的争执却给他们带来了极大的难题,因为每个人都要求铲除自己的仇敌,同时又企图保全自己的亲友。
τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη,2 τούτῳ δὲ Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνελεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις ἀποθανεῖν αὐτὸν αἰτησαμένοις.
但最终,出于对仇恨之人的愤怒,他们放弃了对亲族的敬重与对朋友的恩情:凯撒向安东尼让出了西塞罗,安东尼则向凯撒让出了自己的舅父卢基乌斯·凯撒;雷比达也被准许处死他的兄弟保卢斯,但另有人说,是那两人要求保卢斯偿命,雷比达才将他让给他们的。
οὐδὲν ὠμότερον οὐδὲ ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶ γενέσθαι. φόνων γὰρ ἀντικαταλλασσόμενοι φόνους ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν,3 ἀδικώτεροι δὲ περὶ τοὺς φίλους ἦσαν, οὓς ἀπεκτίννυσαν μηδὲ μισοῦντες.
我认为世上再没有比这场交易更残酷、更野蛮的事了。因为他们以谋杀换取谋杀,夺取自己交出之人的性命,恰如夺取那些换得之人的性命一样;但他们对于自己的朋友更为不义,因为他们杀害这些人时甚至并无怨恨。
- 19.1τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας ἀξιοῦντος
此为属格独立结构,ἑκάστου 是分词 ἀξιοῦντος 的逻辑主语,分词支配两个由 μὲν...δέ 连接的宾格不定式短语(τοὺς μὲν ἐχθροὺς ἀνελεῖν 与 σῶσαι δὲ τοὺς προσήκοντας)。语序上前一个宾格短语被置于 ἑκάστου 之前,但整个独立分词句充当主句争执困难的原因说明。
- 19.2Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη
动词 ἐξίστημι 的第二过去时 ἐξέστη 在此表示“让步、让出”,支配与格(让与的对象,如 Ἀντωνίῳ)及属格(被让出的人,如 Κικέρωνος)。紧接着的句子 τούτῳ δὲ Ἀντώνιος Λευκίου Καίσαρος 省略了同一动词,τούτῳ 为与格(让给凯撒),Λευκίου Καίσαρος 为属格(让出卢基乌斯·凯撒),前后形成严格对称。
- 19.3ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν
副词 ὁμοίως 要求与格作比较,此处 οἷς 是关系代词受先行词影响(或先行词 τούτοις 省略后的吸引式),即等于 [τούτοις] οὓς ἐλάμβανον(“那些他们换得的人”)。动词 ἀνῄρουν 的直接宾语是由关系代词引导的 οὓς ἐδίδοσαν(“他们交出的人”)。整句表达紧凑的对照:“他们杀害自己交出的人,恰如杀害换得的人一样”。
