- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
翻越阿尔卑斯山后,安东尼以悲怆的外貌赢得了雷比达军队的同情,未发一矢便掌握了其部队,随后又招降了普兰库斯,率领庞大军力再度进军意大利。
ἦν δὲ ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαρος φιλίας ἀπολελαυκέναι δι’ αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας πλησίον, ὡς οὐθὲν ἀπήντα φιλάνθρωπον, ἔγνω παραβαλέσθαι.1 καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ καθειμένος,2 λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι τοῦ Λεπίδου καὶ λέγειν ἤρξατο.
他意欲前往会合阿尔卑斯山另一侧的军队,该军由雷比达统率,雷比达被视为安东尼的朋友,且曾因安东尼而多受凯撒友谊之惠。安东尼到达并在附近扎营后,因未获得任何友善的回应,遂决意孤注一掷。自战败以来,他一直蓬头垢面,长须垂胸,此时他披上一领深色斗篷,走近雷比达的营垒栅栏,开始发表演说。
πολλῶν δὲ καὶ πρὸς τὴν ὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγομένων, δείσας ὁ Λέπιδος τὰς σάλπιγγας ἐκέλευσε συνηχούσας ἀφελέσθαι τὸ κατακούεσθαι τὸν Ἀντώνιον.3 οἱ δὲ στρατιῶται μᾶλλον ᾤκτειραν καὶ διελέγοντο κρύφα, Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸς αὐτόν, ἐσθῆτας λαβόντας ἑταιρευομένων γυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπιχειρεῖν θαρροῦντα τῷ χάρακι· πολλοὺς γὰρ εἶναι δεξομένους καὶ τὸν Λέπιδον, εἰ βούλοιτο, κτενοῦντας.4
许多士兵见其形容而动容,为其言辞所打动,雷比达见状大为恐慌,遂命号角齐鸣,以阻止安东尼的声音被听清。然而士兵们反而更加同情他,并暗中串通,派遣换上娼妓服饰的莱利乌斯和克劳狄乌斯前去见他,催促安东尼大胆进攻营寨;因为他们声称许多人会接应他,若他愿意,甚至可以杀死雷比达。
Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθʼ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη. πατέρα γὰρ προσηγόρευσεν αὐτὸν ἀσπασάμενος· καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς ἦν κύριος, ἐκείνῳ δʼ ὄνομα καὶ τιμὴν αὐτοκράτορος διετέλει φυλάττων.
但安东尼不准伤及雷比达;天亮后,他率军尝试渡河。他亲自率先涉水,向对岸前进,因为他已看见雷比达麾下的许多士兵正向他伸出双手,并拆毁营栅。入营并控制全军后,他对雷比达极其宽厚。他拥抱雷比达并称其为父亲;虽然实际上一切大权皆归安东尼自己掌握,但他始终为雷比达保留着最高统帅的名号与尊荣。
τοῦτο καὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησε προσθέσθαι, καθήμενον οὐ πρόσω μετὰ συχνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθεὶς αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰταλίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺν αὑτῷ καὶ μυρίους ἱππεῖς· χωρὶς δὲ φρουρὰν Γαλατίας ἓξ τάγματα λελοίπει μετὰ Οὐαρίου τινὸς τῶν συνήθων καὶ συμποτῶν, ὃν Κοτύλωνα προσηγόρευον.
这一举动也使得驻扎在不远处且拥有一支庞大军队的穆纳提乌斯·普兰库斯归附了他。安东尼由此声势大振,再度翻越阿尔卑斯山,率领十七个步兵军团和一万骑兵开进意大利;此外,他还留下了六个军团作为高卢的守备部队,交由其密友兼酒友、人称“柯堤隆”的某个瓦里乌斯统领。
- 18.1ἔγνω παραβαλέσθαι
紧接动词 ἔγνω(决定)的 παραβαλέσθαι 为间接中动体不定词,作习惯用法,意为“冒险”或“孤注一掷”。在此指安东尼决意冒自身安危之险,直接走近雷比达的营垒向士兵们呼吁。
- 18.1ἦν αὐτῷ καθειμένος
由未完成过去时动词 ἦν 与 καθίημι(垂下)的完成体被动分词 καθειμένος 构成的迂回结构,表示战败以来头发和胡须一直任其生长的持续状态(相当于过去完成时)。与格 αὐτῷ 为领属或利益与格。
- 18.2ἀφελέσθαι τὸ κατακούεσθαι τὸν Ἀντώνιον
动词 ἀφαιρέω 的中动体不定词 ἀφελέσθαι(意为“夺去”、“阻止”)后接带冠词不定词短语 τὸ κατακούεσθαι 作其宾语。被动态不定词 κατακούεσθαι 意为“被听清”,宾格 τὸν Ἀντώνιον 为其逻辑主语,整个结构意为“阻止安东尼的声音被听见”。
- 18.2πολλοὺς γὰρ εἶναι δεξομένους καὶ τὸν Λέπιδον, εἰ βούλοιτο, κτενοῦντας
此句为转述使者言语的间接引语。不定词 εἶναι 的宾格主语为 πολλούς,并由两个并列的将来体分词 δεξομένους(将接纳者)和 κτενοῦντας(将杀死者)修饰,表达确定预期或意图。条件从句 εἰ βούλοιτο 使用了历史时制序列下的祈愿体,表示“若他愿意”这一假定。
