← 普鲁塔克

安东尼传

§17.1-17.3

穆蒂纳之战与安东尼的败逃

在西塞罗的主导下,元老院宣布安东尼为公敌;执政官在穆蒂纳击败了他却双双阵亡。逃亡中的安东尼在极度饥荒中为士兵树立了惊人的吃苦耐劳榜样。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

τῶν δʼ ἐν τῇ πόλει Κικέρων μέγιστον δυνάμενος, καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας Ἀντώνιον ἐκ τῆς Ἰταλίας. οὗτοι δὲ ἦσαν ὕπατοι τότε· καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δὲ ἀπέθανον.

在城中势力最大并煽动所有人反对安东尼的西塞罗,最终说服了元老院宣布安东尼为公敌,向凯撒赐予侍从官和裁判官徽章,并派遣潘萨和希尔提乌斯将安东尼驱逐出意大利。这两人是当时的执政官;他们与亲临参战的凯撒一同在穆蒂纳城附近与安东尼交战,虽击败了敌人,自己却阵亡了。

§17.2

φεύγοντι δὲ Ἀντωνίῳ πολλὰ συνέπιπτε τῶν ἀπόρων, ὁ δὲ λιμὸς ἀπορώτατον. ἀλλὰ φύσει παρὰ τὰς κακοπραγίας ἐγίνετο βέλτιστος ἑαυτοῦ1 καὶ δυστυχῶν ὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν ὄντος τοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δι’ ἀπορίαν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ἃ ζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν ἃ δυσχεραίνουσιν ἐρρωμένων ἐν ταῖς μεταβολαῖς, ἀλλὰ καὶ μᾶλλον ἐνίων τοῖς ἔθεσιν ἐνδιδόντων ὑπὸ ἀσθενείας καὶ θραυομένων τὸν λογισμόν.2

在逃亡中的安东尼遭遇了诸多困厄,而饥荒是最难熬的。然而,他生性在逆境中能展现出自己最好的一面,身处厄运时最像一个善良之人;因为对于因某种困境而跌倒的人而言,感知美德虽是常情,但在风云变幻中,并非所有人都有坚强的力量去效法自己所景仰的品德并摒弃自己所厌恶的恶行,反而有些人因软弱而屈服于旧习,理性遭到摧折。

§17.3

ὁ δʼ οὖν Ἀντώνιος τότε θαυμαστὸν ἦν παράδειγμα τοῖς στρατιώταις, ἀπὸ τρυφῆς τοσαύτης καὶ πολυτελείας ὕδωρ τε πίνων διεφθαρμένον εὐκόλως, καὶ καρποὺς ἀγρίους καὶ ῥίζας προσφερόμενος. ἐβρώθη δὲ καὶ φλοιός, ὡς λέγεται, καὶ ζῴων ἀγεύστων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερβάλλοντες.

无论如何,当时的安东尼对士兵们而言是一个令人惊叹的榜样,他从极度的奢靡享受转为若无其事地饮用污浊之水,并以野果和草根充饥。据说人们甚至食用了树皮,并在翻越阿尔卑斯山时取食了以往从未尝过的动物。

语法注2 条
  1. 17.2βέλτιστος ἑαυτοῦ

    最高级加上反身代词属格,构成习惯用法,意为“处于自身最好的状态”或“发挥出自己最佳的一面”。

  2. 17.2κοινοῦ μὲν ὄντος ... θραυομένων τὸν λογισμόν

    由连续的属格独立结构构成的对照长句。前半句为 κοινοῦ ὄντος τοῦ αἰσθάνεσθαι(感知美德虽是普遍的),后半句以 οὐ μὴν ἁπάντων ... ἐρρωμένων(并非所有人都有坚强的力量)引出转折,再由 ἀλλὰ ... ἐνίων ... ἐνδιδόντων ... καὶ θραυομένων(反而有些人屈服并遭到摧折)加以补充。θραυομένων 后的 τὸν λογισμόν 是与被动分词连用的关涉宾格(accusative of respect)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:17.1-17.3