- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:16.1-16.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年轻的凯撒抵达罗马索取遗产,却遭到安东尼的羞辱与阻挠。年轻人借助元老院与集结军队迫使安东尼暂时与其和解,但一则凶兆般的梦境与谋害流言很快使双方重新破裂,并在意大利各地竞相招募兵力。
ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφιδῆς μὲν ὢν τοῦ τεθνηκότος υἱός,1 ὡς εἴρηται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν Ἀπολλωνίᾳ δὲ διατρίβων ὑφʼ ὃν χρόνον ἀνῄρητο Καῖσαρ. οὗτος εὐθὺς Ἀντώνιον, ὡς δὴ πατρῷον φίλον, ἀσπασάμενος τῶν παρακαταθηκῶν ἐμέμνητο. καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς διαθήκαις γράψαντος.
正当局势处于此种境地之时,年轻的凯撒来到了罗马。正如前文所述,他是死者甥女的儿子,被指定为财产继承人,在凯撒遇害期间一直在阿波罗尼亚度日。他立即将安东尼视作父亲的朋友向他致意,并提起了那些保管的钱财;因为凯撒在遗嘱中写明,他有义务分发给每个罗马公民七十五德拉克马。
Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος διαδοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλʼ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος2 ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο δημαγωγῶν.
然而安东尼起初把他看作黄口小儿而予以蔑视,说他神志不清,既无明智之见又无朋友支持,却承担起继承凯撒这一难以承受的重担;但年轻人并不遵从这些话,反而坚持索要钱财,于是安东尼在言行上不断肆意羞辱他。因为当年轻人谋求保民官职位时,安东尼从中作梗;而在他试图依照决议陈设其养父的黄金座椅时,安东尼竟威胁说,若不停止煽惑民众,就将他关入监狱。
ἐπεὶ μέντοι Κικέρωνι δοὺς ἑαυτὸν ὁ νεανίας καὶ τοῖς ἄλλοις ὅσοι τὸν Ἀντώνιον ἐμίσουν, δι’ ἐκείνων μὲν ᾠκειοῦτο τὴν βουλήν, αὐτὸς δὲ τὸν δῆμον ἀνελάμβανε καὶ τοὺς στρατιώτας ἀπὸ τῶν κατοικιῶν συνῆγε, δείσας ὁ Ἀντώνιος εἰς λόγους αὐτῷ συνῆλθεν ἐν Καπιτωλίῳ, καὶ διηλλάγησαν. εἶτα κοιμώμενος ἐκείνης τῆς νυκτὸς ὄψιν εἶδεν ἄτοπον ὁ Ἀντώνιος. ἐδόκει γὰρ αὑτοῦ τὴν δεξιὰν χεῖρα βεβλῆσθαι κεραυνῷ.
可是,由于这名年轻人投靠了西塞罗及其他痛恨安东尼的人,通过他们拉拢了元老院,同时自己又争取到民众的支持,并从各退伍兵定居点集结士兵,安东尼心生畏惧,便在卡皮托尔山与他会面交谈,二人达成了和解。随后,安东尼在当天夜里入睡时看见了一场离奇的幻象:他仿佛看到自己的右手被雷电击中。
καὶ μεθʼ ἡμέρας ὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Καῖσαρ αὐτῷ. Καῖσαρ δὲ ἀπελογεῖτο μέν, οὐκ ἔπειθε δέ· καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα, καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν τὸ μὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦ στρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς, τὸ δʼ ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνοντες ἀλλήλους προσήγοντο.3
数日之后,传出了凯撒正在谋害安东尼的流言。凯撒虽极力辩白,却未能说服对方;于是敌意再次爆发,两人双双奔走于意大利各地,以丰厚的赏金召集那些已在定居点安家的军人,并竞相先发制人,争夺那些仍在武装服役的军团。
- 16.1ἀδελφιδῆς μὲν ὢν τοῦ τεθνηκότος υἱός
该句指屋大维与尤利乌斯·凯撒的亲属关系为外甥孙,即凯撒甥女阿提娅(凯撒之姊妹尤利亚之女)之子。分词 ὤν 与后文的 κληρονόμος … ἀπολελειμμένος 以及 διατρίβων 并列。
- 16.2τιθέντος
与前文由 ἐνέστη 支配的与格 μετιόντι 不同,τιθέντος 是省略了代词主语的独立属格结构(指年轻的凯撒试图安置座椅时),作主句动词 ἠπείλησεν 的时间/情况状语。
- 16.4ὑποφθάνοντες ἀλλήλους προσήγοντο
分词 ὑποφθάνοντες 意为“互相抢先、先发制人”。与未完成过去时动词 προσήγοντο 搭配,生动表现出双方竞相赶在对方之前拉拢仍编制在伍的正规军。
