- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:15.1-15.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阴谋者离开罗马后,安东尼掌控了凯撒的财产与备忘录,假借死者之名滥授官职与赦免,并与兄弟们一同独揽大权。
διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆς πόλεως ἀπελθόντων οἵ τε φίλοι τοῦ Καίσαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, ἥ τε γυνὴ Καλπουρνία πιστεύσασα τῶν χρημάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκ τῆς οἰκίας, εἰς λόγον τὰ σύμπαντα τετρακισχιλίων ταλάντων.
由于这些缘故,在布鲁图斯一派离开罗马城后,凯撒的朋友们便汇聚在安东尼周围,凯撒的妻子卡尔普尔尼亚也出于对他的信任,将府邸中的大部分钱财托付给他,总数达四千塔兰同之巨。
ἔλαβε δὲ καὶ τὰ βιβλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματα τῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα·1 καὶ τούτοις παρεγγράφων οὓς ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδείκνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶ κατῆγε πεφυγαδευμένους καὶ καθειργμένους ἔλυεν, ὡς δὴ ταῦτα τῷ Καίσαρι δόξαντα.2
他还获得了凯撒的记事簿,其中记录着已决议和裁定事务的备忘录;他在其中任意添入自己属意之人的名字,任命许多人为长官,许多人为元老院议员,把一些遭流放者召回,又将被囚禁者释放,俨然这些全都是凯撒生前的决议。
διὸ τούτους ἅπαντας ἐπισκώπτοντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν· ἐλεγχόμενοι γὰρ εἰς τοὺς τοῦ νεκροῦ κατέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δὲ ἔπραττεν αὐτοκρατορικῶς ὁ Ἀντώνιος, αὐτὸς μὲν ὑπατεύων, τοὺς δὲ ἀδελφοὺς ἔχων συνάρχοντας, Γάϊον μὲν στρατηγόν, Λεύκιον δὲ δήμαρχον.
因此,罗马人讥诮地称呼这所有的人为“卡戎之人”;因为一旦受到盘问质询,他们就躲到死者的备忘录之后避难。在其他事务上,安东尼同样独断专行,他自己担任执政官,并有兄弟们作为同僚官员——盖乌斯任裁判官,卢基乌斯任平民保民官。
- 15.2ἐν οἷς ὑπομνήματα τῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα
在该关系从句中,主语 ὑπομνήματα 为中性复数名词,而谓语动词 ἦν 为单数,符合雅典句式(中性复数主语搭配单数动词)的文法规则;它与表语分词 ἀναγεγραμμένα(中性复数主格)结合,构成迂回式过去完成时被动态(“曾被记录下”)。
- 15.2ὡς δὴ ταῦτα τῷ Καίσαρι δόξαντα
此处是由非人称动词 δοκεῖ 的不定过去时中性复数分词 δόξαντα 构成的独立宾格(accusative absolute)结构,ταῦτα 为其逻辑主语。前面的 ὡς δή 表示主观借口或虚饰的理由(“俨然这正是凯撒生前的决议”)。
