- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:14.1-14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒遇刺后,安东尼虽一度隐匿,但随后出面主持元老院达成大赦与和解,声望大振;然而在凯撒葬礼上,他借悼词煽动民众的情绪,导致民众暴动并围攻刺杀者们的宅邸。
τούτων δὲ πραττομένων ὡς συνετέθη, καὶ πεσόντος ἐν τῇ βουλῇ τοῦ Καίσαρος, εὐθὺς μὲν ὁ Ἀντώνιος ἐσθῆτα θεράποντος μεταλαβὼν ἔκρυψεν αὑτόν. ὡς δʼ ἔγνω τοὺς ἄνδρας ἐπιχειροῦντας μὲν οὐδενί, συνηθροισμένους δὲ εἰς τὸ Καπιτώλιον, ἔπεισε καταβῆναι λαβόντας ὅμηρον παρʼ αὐτοῦ τὸν υἱόν· καὶ Κάσσιον μὲν αὐτὸς ἐδείπνισε, Βροῦτον δὲ Λέπιδος.
当这些谋划依约付诸实施、凯撒在元老院倒下之时,安东尼立刻换上仆役的衣裳将自己隐藏起来。然而,当他获悉这些凶手并未向任何人动手,而是聚集在卡比托利欧山上时,便将自己的儿子作为人质交给他们,劝说他们走下山来;随后他亲自设宴招待卡西乌斯,雷必达则款待了布鲁图斯。
συναγαγὼν δὲ βουλὴν αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶ διανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶ Βροῦτον, ἡ δὲ σύγκλητος ἐκύρωσε ταῦτα καὶ τῶν ὑπὸ Καίσαρος γεγονότων ἐψηφίσαντο μηδὲν ἀλλάττειν. ἐξῄει δὲ τῆς βουλῆς λαμπρότατος ἀνθρώπων ὁ Ἀντώνιος, ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον καὶ πράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰς οὐ τὰς τυχούσας ἐμφρονέστατα κεχρῆσθαι καὶ πολιτικώτατα.
接着,安东尼亲自召集元老院会议,提议施行大赦,并为卡西乌斯和布鲁图斯一派分配行省;元老院批准了这些提议,并投票决定维持凯撒生前所作的一切规定不变。安东尼走出会场时,成了世人中最显赫的人物,在众人看来,他消弭了内战,且以极高的智慧和政治才干处理了充满棘手难题与非同小可的骚乱的局势。
τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος.1 ἔτυχε μὲν οὖν ἐκκομιζομένου Καίσαρος, ὥσπερ ἔθος ἦν, ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον· ὁρῶν δὲ τὸν δῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμενον ἐνέμιξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευτῶντι2 τούς τε χιτωνίσκους τοῦ τεθνηκότος ᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφεσιν ἀνασείων, καὶ τοὺς εἰργασμένους ταῦτα καλῶν παλαμναίους καὶ ἀνδροφόνους, τοσοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις ὥστε τὸ μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι, συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι.3
然而,来自民众的声望很快就将他从这些盘算中动摇开来,因为他指望在布鲁图斯被铲除后,自己能稳居第一人的宝座。恰逢在凯撒出殡之际,安东尼按惯例在广场上发表悼词;看到民众极度受到感染与吸引,他便在赞美之词中同时掺入了对这起惨剧的哀痛与激愤;在讲演行将结束时,他抖开死者那染满鲜血且被刀剑刺得千疮百孔的短袍,怒斥制造这一惨剧的人是不容于神明的凶徒和刽子手,从而在众人心中激起了如此强烈的愤怒,以至于他们聚拢起长凳与桌案,直接在广场上将凯撒的遗体火化安葬,并从火葬堆上夺过燃烧的木棒,冲向凶手们的宅邸进行围攻。
- 14.3τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος
动词 ἐξέσεισεν(“晃出”、“使脱离”)支配表示分离的属格 τούτων ... τῶν λογισμῶν,比喻“使他脱离/抛弃了原先的理性盘算”。宾格分词 ἐλπίσαντα 与代词 αὐτόν 一致,说明了他心态转变的动机。短语 Βρούτου καταλυθέντος 为独立属格,表时间或条件(“一旦布鲁图斯被铲除”)。
- 14.3τῷ λόγῳ τελευτῶντι
该与格短语无前置词,用作时间与格(表示时间的副词性用法),意为“在演讲行将结束之时”或“在演讲末尾”,现在分词 τελευτῶντι 修饰 λόγῳ。
- 14.4ὥστε τὸμὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι, συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι
由 ὥστε 引导的结果从句,与主句中的 τοσοῦτον ὀργῆς(“如此强烈的愤怒”)相呼应,支配不定式 καθαγίσαι、θεῖν 和 προσμάχεσθαι。分词 συνενεγκαμένους 与 ἁρπάζοντας 均为阳性宾格复数,与不定式的逻辑主语(民众/众人)一致,呼应了前面出现的 τοῖς ἀνθρώποις。
