- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:13.1-13.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
牧神节事件使布鲁图斯等人备受鼓舞,着手谋划刺杀凯撒并商讨安东尼的去留。根据特雷博尼乌斯的陈述及布鲁图斯的反对,他们决定不杀安东尼,而指派专人在刺杀行动时将其引至室外拖延。
ταῦτα τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐπέρρωσε· καὶ τῶν φίλων τοὺς πιστοὺς καταλέγοντες ἐπὶ τὴν πρᾶξιν ἐσκέπτοντο περὶ Ἀντωνίου. τῶν δὲ ἄλλων προσιεμένων τὸν ἄνδρα1 Τρεβώνιος ἀντεῖπεν· ἔφη γὰρ ὑφʼ ὃν χρόνον ἀπήντων ἐξ Ἰβηρίας ἐπανιόντι Καίσαρι, τοῦ Ἀντωνίου συσκηνοῦντος αὐτῷ καὶ συνοδεύοντος, ἅψασθαι τῆς γνώμης2 ἀτρέμα πως καὶ μετʼ εὐλαβείας, τὸν δὲ νοῆσαι μέν, οὐ δέξασθαι δὲ τὴν πεῖραν, οὐ μὴν οὐδὲ πρὸς Καίσαρα κατειπεῖν, ἀλλὰ πιστῶς κατασιωπῆσαι τὸν λόγον.
这些事极大地鼓舞了布鲁图斯和卡西乌斯等人;他们在朋友中选录可靠之人参与这项行动的同时,也在斟酌如何对待安东尼。其他人主张接纳安东尼入伙,特雷博尼乌斯却表示反对;因为他说,当初迎接从伊比利亚归来的凯撒时,安东尼与他同住一营帐且结伴同行,他曾悄然而谨慎地试探过安东尼的意图,安东尼虽心领神会,却并未接受这一试探,不过也并未向凯撒告发,而是守信地对这番话守口如瓶。
ἐκ τούτου πάλιν ἐβουλεύοντο Καίσαρα κτείναντες ἐπισφάττειν3 Ἀντώνιον· ἐκώλυσε δὲ Βροῦτος, ἀξιῶν τὴν ὑπὲρ τῶν νόμων καὶ τῶν δικαίων τολμωμένην πρᾶξιν εἰλικρινῆ καὶ καθαρὰν ἀδικίας εἶναι. φοβούμενοι δὲ τήν τε ῥώμην τοῦ Ἀντωνίου καὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τάττουσιν ἐπʼ αὐτὸν ἐνίους τῶν ἐκ τῆς συνωμοσίας, ὅπως, ὅταν εἰσίῃ Καῖσαρ εἰς τὴν βουλὴν καὶ μέλλῃ δρᾶσθαι τὸ ἔργον, ἔξω διαλεγόμενοί τι καὶ σπουδάζοντες κατέχωσιν αὐτόν.
因此,他们转而商议在刺杀凯撒之后,顺带将安东尼也一并诛杀;但布鲁图斯制止了这一提议,认为为了法律与正义而铤而走险的事业,应当是纯粹而毫无不义之玷的。然而,他们又忌惮安东尼过人的体魄以及官职的权威,便从同谋中指派了几个人去针对安东尼,以便在凯撒进入元老院、凶行即将实施之际,他们在外面以交谈和商讨要事为由将他绊住。
- 13.1τῶν δὲ ἄλλων προσιεμένων τὸν ἄνδρα
属格独立结构。动词 προσίημι 的中动分词 προσιεμένων 意为“接纳、引纳(入伙)”,支配宾格 τὸν ἄνδρα(即安东尼)。现在分词体现出尝试或意向(“正打算接纳他”)。
- 13.1ἅψασθαι τῆς γνώμης
间接引语中的不定词 ἅψασθαι 依附于 ἔφη,其逻辑主语为主句主语特雷博尼乌斯自身。中动态 ἅπτομαι 支配属格 τῆς γνώμης,本义为“触碰”,引申为“探探……的意向/想法”。随后出现的 τὸν δέ 则形成对比,转指安东尼作为其后各不定词的主语。
- 13.2ἐπισφάττειν
由前缀 ἐπί(在……之上、追加)与动词 σφάζω/σφάττω(刺杀、屠戮)构成的复合动词。与前置分词短语 Καίσαρα κτείναντες(刺杀凯撒之后)呼应,前缀表示在此基础上顺带进行的追加杀害行为(“在杀了凯撒之后,顺带/追加刺杀安东尼”)。
