← 普鲁塔克

安东尼传

§12.1-12.4

卢佩卡利亚节献王冠与凯撒的拒绝

在卢佩卡利亚节上,安东尼试图在讲坛上为凯撒加冕王冠,凯撒在民众的欢呼中一再推拒,随后凯撒罢免了扯下雕像上花冠的保民官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

κἀκείνοις δὲ τὴν εὐπρεπεστάτην πρόφασιν ἄκων παρέσχεν Ἀντώνιος. ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις, ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο· διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων, ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν ἐντυγχανόντων.

安东尼也在无意之中为那些〔密谋者〕提供了极其正当的借口。当时正值罗马人的吕卡亚节——他们称之为卢佩卡利亚节,凯撒身着凯旋盛装,坐在广场讲坛之上观看奔跑者。而有许多出身高贵的青年与长官身涂清油,奔走疾驰,戏谑地用带毛的皮鞭抽打相遇之人。

§12.2

ἐν τούτοις ὁ Ἀντώνιος διαθέων τὰ μὲν πάτρια χαίρειν εἴασε,1 διάδημα δὲ δάφνης στεφάνῳ περιελίξας προσέδραμε τῷ βήματι, καὶ συνεξαρθεὶς ὑπὸ τῶν συνθεόντων ἐπέθηκε τῇ κεφαλῇ τοῦ Καίσαρος, ὡς δὴ βασιλεύειν αὐτῷ προσῆκον.2 ἐκείνου δὲ θρυπτομένου καὶ διακλίνοντος ἡσθεὶς ὁ δῆμος ἀνεκρότησε·

安东尼亦在这些人中奔跑,他弃传统习俗于不顾,将一顶王冠缎带缠绕于月桂花环之上,奔至讲坛前;他在同跑者的抬举之下,将冠冕戴在凯撒头上,仿佛他本就理当称王。凯撒故作退避而侧身拒绝,民众见状欣喜鼓掌。

§12.3

καὶ πάλιν ὁ Ἀντώνιος ἐπῆγε, καὶ πάλιν ἐκεῖνος ἀπετρίβετο. καὶ πολὺν χρόνον οὕτω διαμαχομένων Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλων βιαζομένῳ, Καίσαρι δὲ ἀρνουμένῳ πᾶς ὁ δῆμος ἐπεκρότει3 μετὰ βοῆς· ὃ καὶ θαυμαστὸν ἦν, ὅτι τοῖς ἔργοις τὰ τῶν βασιλευομένων ὑπομένοντες τοὔνομα τοῦ βασιλέως ὡς κατάλυσιν τῆς ἐλευθερίας ἔφευγον.

安东尼再次进献,凯撒再次推却。两人如此相持良久,安东尼强行进献时,仅有少数朋友为之喝彩;而当凯撒拒绝时,全体民众皆齐声欢呼喝彩。令人惊异的是:他们事实上甘受被王者统治之境遇,却唯独将国王的名号视作自由的毁灭而避之不及。

§12.4

ἀνέστη μὲν οὖν ὁ Καῖσαρ ἀχθεσθεὶς ἀπὸ τοῦ βήματος, καὶ τὸ ἱμάτιον ἀπάγων ἀπὸ τοῦ τραχήλου τῷ βουλομένῳ παρέχειν τὴν σφαγὴν ἐβόα. τὸν δὲ στέφανον ἑνὶ τῶν ἀνδριάντων αὐτοῦ περιτεθέντα δήμαρχοί τινες κατέσπασαν, οὓς ὁ δῆμος εὐφημῶν μετὰ κρότου παρείπετο, Καῖσαρ δὲ τῆς ἀρχῆς ἀπέστησεν.

于是凯撒愤然从讲坛起身,拉开衣领露出脖颈,大呼愿将咽喉提供给任何愿意刺杀之人。后来有人将那顶花冠套在凯撒的一座雕像上,几位保民官将之扯下,民众报以掌声和赞颂簇拥他们,但凯撒却罢免了这些保民官的官职。

语法注3 条
  1. 12.2τὰ μὲν πάτρια χαίρειν εἴασε

    成语 χαίρειν ἐάω 字面意义为“道别”,引申为“置之不理”、“弃之不顾”。在此指安东尼不顾该节日的传统习俗(奔跑击打的仪式行为),转而去行献冠之事。

  2. 12.2ὡς δὴ βασιλεύειν αὐτῷ προσῆκον

    连词 ὡς 与非人称动词 προσήκει 的中性分词 προσῆκον 构成宾格绝对独立结构(accusative absolute),表示主观视角的理由或意图(“仿佛他称王实属理所应当”)。

  3. 12.3Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλων βιαζομένῳ, Καίσαρι δὲ ἀρνουμένῳ πᾶς ὁ δῆμος ἐπεκρότει

    动词 ἐπεκρότει(鼓掌喝彩)同时支配两个并列的与格成分:Ἀντωνίῳ ... βιαζομένῳ(对强行进献的安东尼)与 Καίσαρι ... ἀρνουμένῳ(对拒绝的凯撒)。主语分别由 ὀλίγοι τῶν φίλων 与 πᾶς ὁ δῆμος 构成 μέν...δέ 的鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:12.1-12.4