- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:11.1-11.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒从西班牙凯旋并给予安东尼非凡的礼遇,但当凯撒意图将执政官职位让给多拉贝拉时,安东尼利用鸟卜官的权威予以激烈阻挠。
ἐκ δὲ Ἰβηρίας ἐπανιόντι Καίσαρι πάντες μὲν οἱ πρῶτοι πολλῶν ἡμερῶν ὁδὸν1 ἀπήντων, ἐτιμήθη δὲ Ἀντώνιος ἐκπρεπῶς ὑπʼ αὐτοῦ. κομιζόμενος γὰρ ἐπὶ ζεύγους διὰ τῆς Ἰταλίας Ἀντώνιον εἶχε μεθʼ ἑαυτοῦ συνοχούμενον, ὄπισθεν δὲ Βροῦτον Ἀλβῖνον καὶ τὸν τῆς ἀδελφιδῆς υἱὸν Ὀκταουϊανόν, ὃς μετὰ ταῦτα Καῖσαρ ὠνομάσθη καὶ Ῥωμαίων ἦρξε πλεῖστον χρόνον.
当凯撒从西班牙归来时,所有的显要人物都出迎数日程的路途,而安东尼则受到他极为突出的礼遇。因为凯撒乘两匹马套的车穿过意大利时,让安东尼与自己同乘一车,身后则跟随着布鲁图斯·阿尔比努斯以及他侄女的儿子屋大维——此人后来被称为凯撒,并且统治罗马人最长久的时间。
ἐπεὶ δὲ τὸ πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι· καὶ τοῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάττονα δὲ ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη.
当凯撒第五次被任命为执政官时,他立即挑选了安东尼为同僚,但他本想辞去该职并转让给多拉贝拉,且将此事提请元老院。然而安东尼激烈反对,痛斥多拉贝拉的诸多劣迹,自己也遭到了同样多的谩骂,凯撒当时为这种不成体统的场面感到羞愧,便退席离去。
μετὰ δὲ ταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλλαν, Ἀντωνίου τοὺς οἰωνοὺς ἐναντιοῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολοβέλλαν ἀχθόμενον. ἐδόκει δὲ κᾀκεῖνον οὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι. λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι, μὴ δεδιέναι2 τοὺς παχεῖς τούτους καὶ κομήτας, ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους, Βροῦτον καὶ Κάσσιον ἀποδεικνύμενος, ὑφʼ ὧν ἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.
此后凯撒走上前去欲宣告多拉贝拉就任,安东尼却高呼鸟卜预兆不合,凯撒便妥协而舍弃了满腹怨恨的多拉贝拉。然而,凯撒似乎对多拉贝拉的厌恶丝毫不亚于对安东尼。据说,曾有人在凯撒面前同时谗毁他们二人,凯撒却说,自己并不害怕这些肥胖多发之徒,而是害怕那些面色苍白且消瘦之人——他指的是布鲁图斯与卡西乌斯,而凯撒日后正注定要在他们的阴谋下丧命。
- 11.1πολλῶν ἡμερῶν ὁδὸν
此处作空间范围的宾格(accusative of extent of space),由表示度量或性质的属格 πολλῶν ἡμερῶν 修饰,与动词 ἀπήντων 相连,意为“迎行数日行程的距离”。
- 11.3λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι, μὴ δεδιέναι
这是一个多层嵌套的间接引语结构:非人称动词 λέγεται 引出由 ὡς 及斜话法祈愿式 εἴποι 构成的从句,后者进一步统辖不定式短语 μὴ δεδιέναι。直接引语中的 οὐ δέδια 在进入不定式结构后,采用了通常与不定式结合的主观否定词 μή。
