← 普鲁塔克

安东尼传

§10.1-10.5

与凯撒的一时疏远及迎娶富尔维娅

安东尼的恶行导致凯撒对他心生疏远并产生裂痕,但安东尼随后迎娶了野心勃勃的富尔维娅并收敛了放荡行径,还时常以少年般的恶作剧取悦她。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ταῦτα καὶ τὴν στάσιν αὐξῆσαι δοκεῖ καὶ τὸ στρατιωτικὸν εἰς ὕβρεις δεινὰς καὶ πλεονεξίας ἀνεῖναι. διὸ καὶ Καῖσαρ ἐπανελθὼν Δολοβέλλᾳ τε συγγνώμην ἔδωκε, καὶ τὸ τρίτον αἱρεθεὶς ὕπατος οὐκ Ἀντώνιον, ἀλλὰ Λέπιδον εἵλετο συνάρχοντα.

这些事似乎既加剧了内讧,又纵容了士卒陷入极其可怕的暴虐与贪婪。因此凯撒归来后,既赦免了多拉贝拉,又在第三次当选执政官时没有选择安东尼,而是挑选了雷必达作为同僚。

§10.2

τὴν δὲ Πομπηΐου πωλουμένην οἰκίαν ὠνήσατο μὲν Ἀντώνιος, ἀπαιτούμενος δὲ τὴν τιμὴν ἠγανάκτει· καί φησιν αὐτὸς διὰ τοῦτο μὴ μετασχεῖν Καίσαρι τῆς εἰς Λιβύην στρατείας, ἐπὶ τοῖς προτέροις κατορθώμασιν οὐ τυχὼν ἀμοιβῆς. ἔοικε μέντοι τὸ πολὺ τῆς ἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁ Καῖσαρ,1 οὐκ ἀναισθήτως τὰ πλημμελήματα δεξάμενος.

安东尼买下了被拍卖的庞培宅邸,但被催索价款时却大为恼火;他自己声称,正因在先前的战功上未获赏报,才为此没有随凯撒参与远征阿非利加之役。然而凯撒并未对他的过错视若无睹,似乎借此削减了他大部分的愚蠢与放荡。

§10.3

ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦ βίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμενος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσασαν, οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον,2 οὐδὲ ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιοῦν, ἀλλʼ ἄρχοντος ἄρχειν καὶ στρατηγοῦντος στρατηγεῖν βουλόμενον, ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν,3 πάνυ χειροήθη καὶ πεπαιδαγωγημένον ἀπʼ ἀρχῆς ἀκροᾶσθαι γυναικῶν παραλαβοῦσαν αὐτόν.

因为安东尼摆脱了那种生活,将心思转向婚姻,迎娶了曾嫁给民意煽动家克罗狄乌斯的富尔维娅;她不是一个把心思放在纺线或治家上的女子,也不屑于统辖平民丈夫,而是渴望支配统治者、统御带兵之人,以至于克利奥帕特拉在安东尼受妇人管束这件事上实应向富尔维娅支付学费,因为她接手的是一个从一开始就被驯服、被教导得听命于妇人的安东尼。

§10.4

οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος· οἷον ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν Φουλβίᾳ παρʼ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος.

尽管如此,安东尼试图通过戏谑与故作年少来让她也更加欢欣。例如,当凯撒在西班牙获胜后众人前去迎接时,安东尼也出发了。随后意大利境内突然传出谣言,称凯撒已死而敌军正杀来,他便折返罗马。他换上仆役的服装,在夜里来到宅邸,声称替安东尼捎信给富尔维娅,便蒙着头被引至她面前。

§10.5

εἶτα ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματα λαβεῖν ἠρώτησεν εἰ ζῇ ὁ Ἀντώνιος· ὁ δὲ τὴν ἐπιστολὴν σιωπῇ προτείνας ἀρξαμένην λύειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλησε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνεκα δείγματος ἐξενηνόχαμεν.

富尔维娅心急如焚,尚未接信便询问安东尼是否还活着;他默默递出信件,等她刚开始解开并展读时,便一把抱住她亲吻起来。在诸多事例中,我们谨引出这少数几桩作为例证。

语法注3 条
  1. 10.2ἔοικε μέντοι τὸ πολὺ τῆς ἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁ Καῖσαρ

    人称动词结构,ἔοικε(看似、似乎)带主格主语 ὁ Καῖσαρ 并接不定式 ἀφελεῖν,字面意为“凯撒似乎除去了……”。虽然在翻译中常按非人称方式处理为“凯撒似乎……”,但其在希腊语语法上是严格的人称主谓搭配。

  2. 10.3οὐ ταλασίαν οὐδὲ οἰκουρίαν φρονοῦν γύναιον

    中性名词 γύναιον(女子)作为中心词,修饰它的分词(φρονοῦν、ἀξιοῦν、βουλόμενον)在语法上均取中性单数宾格,严格按照先行词的语法性而非其实际自然性别(阴性)进行呼应。

  3. 10.3ὥστε Κλεοπάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίου γυναικοκρατίας ὀφείλειν

    由 ὥστε 引导的结果从句中的不定式结构。宾格名词 διδασκάλια(学费、酬劳)作为 ὀφείλειν 的直接宾语,同时支配接受者与格 Φουλβίᾳ 以及表示所教授内容的属格短语 τῆς Ἀντωνίου γυναικοκρατίας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:10.1-10.5