- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg058.humanitext-grc2:9.1-9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保民官多拉贝拉推动免债法案,安东尼因怀疑其与自己妻子有染而与其爆发武装冲突;此后,安东尼因暴虐与放荡不羁的生活遭到民众与端正公民的一致厌恶。
οὐ μὴν ἀλλὰ τότε δημαρχῶν Δολοβέλλας, νέος ἀνὴρ καὶ νέων πραγμάτων ὀρεγόμενος, εἰσηγεῖτο χρεῶν ἀποκοπάς, καὶ τὸν Ἀντώνιον αὐτῷ τε φίλον ὄντα καὶ βουλόμενον ἀεὶ τοῖς πολλοῖς ἀρέσκειν ἔπειθε συμπράττειν καὶ κοινωνεῖν τοῦ πολιτεύματος. Ἀσινίου δὲ καὶ Τρεβελλίου τἀναντία παρακαλούντων ὑπόνοια δεινὴ κατὰ τύχην τῷ Ἀντωνίῳ προσέπεσεν ὡς ἀδικουμένῳ περὶ τὸν γάμον ὑπὸ τοῦ Δολοβέλλα.1
然而,当时担任保民官的多拉贝拉是一个年轻且渴望政变的人,他提议免除债务,并劝说既是他朋友、又一向巴结大众的安东尼协助并参与这一政策。但在阿西尼乌斯和特雷贝利乌斯力劝反对之际,一个可怕的猜疑偶然落到安东尼心头,怀疑自己在婚姻上遭到了多拉贝拉的背叛。
καὶ τὸ πρᾶγμα βαρέως ἐνεγκὼν τήν τε γυναῖκα τῆς οἰκίας ἐξήλασεν ἀνεψιὰν οὖσαν αὐτοῦ (θυγάτηρ γὰρ ἦν Γαΐου Ἀντωνίου τοῦ Κικέρωνι συνυπατεύσαντος), καὶ τοὺς περὶ Ἀσίνιον δεξάμενος ἐπολέμει τῷ Δολοβέλλᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος ὡς βίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶ τὸν Δολοβέλλαν,2 ἐπελθὼν καὶ μάχην συνάψας ἀπέκτεινέ τέ τινας τῶν ἐκείνου καὶ τῶν ἰδίων ἀπέβαλε.
安东尼对这件事极为恼怒,把作为自己堂妹的妻子逐出家门(因为她是曾与西塞罗共任执政官的盖乌斯·安东尼之女),转而接纳阿西尼乌斯等人,并向多拉贝拉开战。因为多拉贝拉为了强行通过法案而占领了广场。在元老院亦决议有必要对多拉贝拉动用武力之后,安东尼率军进击并交战,斩杀了多拉贝拉的部分部下,自己也损失了若干兵力。
τοῖς μὲν οὖν πολλοῖς ἐκ τούτων ἀπηχθάνετο, τοῖς δὲ χρηστοῖς καὶ σώφροσι διὰ τὸν ἄλλον βίον οὐκ ἦν ἀρεστός, ὡς Κικέρων φησίν, ἀλλʼ ἐμισεῖτο, βδελυττομένων αὐτοῦ μέθας ἀώρους3 καὶ δαπάνας ἐπαχθεῖς καὶ κυλινδήσεις ἐν γυναίοις, καὶ μεθʼ ἡμέραν μὲν ὕπνους καὶ περιπάτους ἀλύοντος καὶ κραιπαλῶντος, νύκτωρ δὲ κώμους καὶ θέατρα καὶ διατριβὰς ἐν γάμοις μίμων καὶ γελωτοποιῶν.
因此他招致了民众的仇恨,而对于端正稳重的人士而言,由于他平素的生活,正如西塞罗所言,他也绝不受欢迎,反倒令人憎恶;人们厌弃他不知节制的酩酊、沉重的挥霍和与庸俗妇人鬼混,白昼里则沉睡不醒、酒醉恍惚中游荡,夜晚则彻夜狂欢、出入剧场、在优伶和小丑的婚礼上消磨时光。
λέγεται γοῦν, ὡς ἐν Ἱππίου ποτὲ τοῦ μίμου γάμοις ἑστιαθεὶς καὶ πιὼν διὰ νυκτός, εἶτα πρωῒ τοῦ δήμου καλοῦντος εἰς ἀγορὰν προελθὼν ἔτι τροφῆς μεστὸς ἐμέσειε,4 τῶν φίλων τινὸς ὑποσχόντος τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέργιος ὁ μῖμος τῶν μέγιστον παρʼ αὐτῷ δυναμένων, καὶ Κυθηρὶς ἀπὸ τῆς αὐτῆς παλαίστρας γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰς πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸ φορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸς αὐτοῦ περιέποντες ἠκολούθουν.
据说有一次,他在优伶希皮亚斯的婚礼上大吃大喝并痛饮整夜,次日清晨因民众呼唤他而前往广场,腹中仍满是宿食便呕吐起来,一位朋友急忙伸出披风在下面接住。此外,优伶塞吉乌斯是在他面前最有权势的人物之一,而同出一处舞台、深受其宠爱的女子库忒里斯,更是在他巡视各城邑时乘坐轿子被携带着到处巡游,随从她轿子的侍从甚至不亚于跟随他母亲轿子的人数。
ἐλύπουν δὲ καὶ χρυσῶν ἐκπωμάτων ὥσπερ ἐν πομπαῖς ταῖς ἀποδημίαις διαφερομένων ὄψεις, καὶ στάσεις ἐνόδιοι σκηνῶν, καὶ πρὸς ἄλσεσι καὶ ποταμοῖς ἀρίστων πολυτελῶν διαθέσεις, καὶ λέοντες ἅρμασιν ὑπεζευγμένοι, καὶ σωφρόνων ἀνδρῶν καὶ γυναικῶν οἰκίαι χαμαιτύπαις καὶ σαμβυκιστρίαις ἐπισταθμευόμεναι.
令人们心生怨愤的,还有在旅途中宛如宗教巡游般搬运的金杯之景、路旁扎营的气派、林泉河畔陈列的奢靡宴席、驾辕套车的狮子,以及端正良善的男女家宅被强行充作娼妓与竖琴女乐宿营之地的行径。
δεινὸν γὰρ ἐποιοῦντο Καίσαρα μὲν αὐτὸν ἔξω τῆς Ἰταλίας θυραυλεῖν, τὰ περιόντα τοῦ πολέμου μεγάλοις πόνοις καὶ κινδύνοις ἀνακαθαιρόμενον, ἑτέρους δὲ δι’ ἐκεῖνον τρυφᾶν τοῖς πολίταις ἐνυβρίζοντας.
因为他们认为极其不公的是:凯撒本人在意大利之外露宿行阵,冒着巨大的艰险与辛劳肃清战事的残局,其他人却仰仗凯撒之势纵情享乐,凌辱公民同胞。
- 9.1ὡς ἀδικουμένῳ περὶ τὸν γάμον ὑπὸ τοῦ Δολοβέλλα
连词 ὡς 与与格分词 ἀδικουμένῳ 连用,与前面的 τῷ Ἀντωνίῳ 形成性数格一致,表达主观认定的缘由或猜忌(“怀疑自己……受侵害”)。此处被动分词指安东尼怀疑多拉贝拉与其妻子通奸而在婚姻事务上侵害了自己。
- 9.2ὅπλων δεῖν ἐπὶ τὸν Δολοβέλλαν
无人称动词 δεῖ 的不定词 δεῖν 引出间接引语,附属于 ψηφισαμένης。δεῖ 支配属格 ὅπλων(“武器/武力”),表示所需之物,前置词句 ἐπὶ τὸν Δολοβέλλαν 则指示敌对的对象(“针对多拉贝拉”)。
- 9.3βδελυττομένων αὐτοῦ μέθας ἀώρους
βδελυττομένων 为属格绝对结构(其逻辑主语由前文的 τοῖς χρηστοῖς καὶ σώφροσι 补出)。动词 βδελύττομαι 在此支配表示人的属格(αὐτοῦ)和表示被厌弃行为的宾格(μέθας ἀώρους 等)。其后的分词 ἀλύοντος καὶ κραιπαλῶντος 则与属格 αὐτοῦ 一致,修饰他在宿醉恍惚中游荡的状态。
- 9.4ἐμέσειε
在表示传闻的 λέγεται ὡς 引导的从属从句中,使用了不定过去时希求语气 ἐμέσειε。这是间接引语中的斜式希求语气(optative of indirect discourse),相当于直接话语中的直陈语气不定过去时(ἤμεσε)。
