← 普鲁塔克

德米特里传

§9.1-9.6

解放墨加拉与哲学家斯蒂尔蓬的会面

雅典民众热烈欢迎德米特里,法勒鲁姆的德米特里则被安全送往底比斯。随后德米特里进军墨加拉,虽在幽会途中险些被俘,但最终解放了该城,并与哲学家斯蒂尔蓬进行了机智幽默的问答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρʼ ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον.

宣告完毕后,大多数人立即将盾牌放在脚前,鼓掌欢呼,要求德米特里登岸,尊称他为恩人和救主。而法勒鲁姆的德米特里周围的人则认为,即便他根本不打算兑现任何诺言,也无论如何必须接纳这位胜利者;但他们还是派出了请求讲和的使节。德米特里仁慈地接见了他们,并从自己身边派遣其父的故友、米利都人阿里斯托德穆斯一同前往。

§9.2

τοῦ δὲ Φαληρέως διὰ τὴν μεταβολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδοικότος, οὐκ ἠμέλησεν ὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς εἰς Θήβας αὐτόν, ὥσπερ ἐβούλετο, μετὰ ἀσφαλείας συνεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν, οὐκ ἂν ἔφη, καίπερ ἐπιθυμῶν, ἰδεῖν πρότερον ἢ1 παντάπασιν ἐλευθερῶσαι τῆς φρουρᾶς ἀπαλλάξας· τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ τάφρον περιβαλὼν διὰ μέσου, Μεγάροις ἐπέπλευσεν ὑπὸ Κασάνδρου φρουρουμένοις.

由于政制更迭,法勒鲁姆的德米特里对本邦公民的恐惧甚于对敌人,德米特里并未疏忽此事,反而敬重其声望与美德,如其所愿,将他安全护送到底比斯。他自己则表示,尽管十分渴望,但在驱逐卫队、彻底使该城获得自由之前,绝不进城一览;他隔在中间围绕穆尼基亚筑起栅栏并挖设壕沟之后,便进兵航向由卡桑德派兵驻守的墨加拉。

§9.3

πυθόμενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γενομένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβουσαν οὐκ ἂν ἀηδῶς γενέσθαι μετʼ αὐτοῦ, περιβόητον οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναμιν ἐν τῇ Μεγαρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ. καὶ τούτων πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ.

当他得知曾为波利佩尔孔之子亚历山大之妻的克拉特西波利斯住在帕特雷,且不反感与他幽会时——她以绝色闻名遐迩——德米特里便把大军留置在墨加拉境内,只带了数名轻装卫兵前行。 随后他又转离这些人,独自在偏僻处扎营,以防妇人来与他相会之事泄露。

§9.4

τοῦτό τινες αἰσθόμενοι τῶν πολεμίων ἐξαίφνης κατέδραμον ἐπʼ αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ λαβὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγων ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι.2 τὴν δὲ σκηνὴν μετὰ τῶν χρημάτων ᾤχοντο λαβόντες οἱ πολέμιοι.

敌人中有几人察觉了此事,突然向他奔袭而来。他惊恐万分,裹上一件粗陋的短斗篷拔足飞奔逃脱,险些因为纵欲无度而沦为最为可耻的俘虏。敌人劫掠了营帐连同财物扬长而去。

§9.5

τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρατιωτῶν ἐφʼ ἁρπαγὴν τραπομένων Ἀθηναῖοι παρῃτήσαντο πολλῇ δεήσει τοὺς Μεγαρεῖς·3 καὶ τὴν φρουρὰν ὁ Δημήτριος ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσόφου Στίλπωνος ἐμνήσθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρημένου πως ἐν ἡσυχίᾳ καταβιῶναι. μεταπεμψάμενος οὖν αὐτὸν ἠρώτα μή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων, οὐδείς, εἶπεν· οὐδένα γὰρ εἶδον ἐπιστάμαν ἀποφέροντα.

在墨加拉被攻陷、士兵们转向劫掠之际,雅典人恳切地代墨加拉人求情;德米特里遂驱逐卫队,解放了该城。在处理此事的过程中,他又想起了哲学家斯蒂尔蓬——此人作为一位以某种方式选择退隐度日者而负有盛名。于是德米特里召来他,询问是否有人夺去了属于他的财物。斯蒂尔蓬答道: “没有人,”他说: “因为我没看见任何人把知识搬走。”

§9.6

τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων διακλαπέντων, ἐπεὶ πάλιν αὐτὸν ὁ Δημήτριος ἐφιλοφρονεῖτο καὶ τέλος ἀπαλλαττόμενος εἶπεν· ἐλευθέραν ὑμῶν, ὦ Στίλπων, ἀπολείπω τὴν πόλιν, ὀρθῶς, ἔφη, λέγεις· οὐδένα γὰρ ἁμῶν δοῦλον ἀπολέλοιπας.

在几乎所有的仆人都被偷掠一空后,德米特里再次向他示好,最终在告别时说道: “斯蒂尔蓬,我给你们留下了一座自由的城池。” “你说得,”他答道: “很对;因为你确实没有留下我们任何一个奴隶。”

语法注3 条
  1. 9.2οὐκ ἂν ἔφη, καίπερ ἐπιθυμῶν, ἰδεῖν πρότερον ἢ

    间接引语中 ἄν 搭配不定式(ἰδεῖν)的结构,相当于直接引语中表示潜能或坚决意图的希求法(οὐκ ἂν ἴδοιμι)。小词 ἄν 被前置在主动词 ἔφη 之前构成倒装。短语 πρότερον ἤ 引导随后的不定式 ἐλευθερῶσαι,表示“在彻底解放……之前绝不……”。

  2. 9.4ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι

    成语性分词短语 ὀλίγου δεήσας(“差一点就……”,“险些……”)后接不定式 ἁλῶναι,并带有同族宾格(cognate accusative)αἰσχίστην ἅλωσιν(“沦为最为可耻的被俘”)。介词短语 ἐξ ἀκρασίας 表示原因(“由于放纵/缺乏自制”)。

  3. 9.5παρῃτήσαντο πολλῇ δεήσει τοὺς Μεγαρεῖς

    中动相动词 παραιτέομαι 在此用作及物动词,意为“(通过恳求)说情、庇护、免除处罚”,其直接宾语 τοὺς Μεγαρεῖς 指被求情、免遭劫掠的对象(墨加拉人)。与格词组 πολλῇ δεήσει 表示方式与手段(“以恳切的祈求”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:9.1-9.6