- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯与德米特里决心解放全希腊,德米特里率大舰队突袭驶入比雷埃夫斯港,向雅典人宣告解放与恢复祖传政制。
ἐνδόξου δὲ τῆς φιλοτιμίας ταύτης γενομένης, ὁρμὴ παρέστη θαυμάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα πᾶσαν ὑπὸ Κασάνδρου καὶ Πτολεμαίου καταδεδουλωμένην. τούτου πόλεμον οὐδεὶς ἐπολέμησε τῶν βασιλέων καλλίω καὶ δικαιότερον·1 ἃς γὰρ ἅμα τοὺς βαρβάρους ταπεινοῦντες εὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἀνήλισκον.
当这一雄图大略赢得声誉时,他们心中产生了一种奇妙的冲动,要去解放被卡桑德和托勒密所奴役的整个希腊。诸王之中,未曾有人发动过比这更为壮美、更为正义的战争;因为他们把在降服蛮族的同时积聚起来的财富,为了名望与荣耀而花费在希腊人身上。
ὡς δὲ πρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον ὅτι δεῖ ταύτην τὴν πόλιν, ἂν ἕλωσι, κατέχειν δι’ αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλʼ ἐπιβάθραν μὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴν εὔνοιαν, τὰς δὲ Ἀθήνας, ὥσπερ σκοπὴν τῆς οἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύειν εἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις.
当最初决定向雅典进航时,有位友人对安提柯说,如果攻下这座城池,就应该亲自掌控它,因为它是希腊的踏脚石;但安提柯不以为然,反而说善意才是一座美好而不可动摇的踏脚石,而雅典犹如人居世界的瞭望台,其声誉会如同烽火般迅速将功绩传扬给全人类。
ἔπλει δὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρουρᾶς καθεστώσης. εὐτυχίᾳ δὲ ἅμα καὶ προνοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέμπτῃ φθίνοντος Θαργηλιῶνος, προαισθομένου μὲν οὐδενός, ἐπεὶ δὲ ὤφθη πλησίον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων, ὀψὲ συμφρονήσαντες ἐβοήθουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν, οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι.2 τοῖς γὰρ στόμασι τῶν λιμένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς.
德米特里遂率领五千塔兰同白银和一支由二百五十艘战船组成的舰队向雅典驶去,当时该城由法勒鲁姆的德米特里代卡桑德治理,穆尼基亚则驻有卫队。德米特里兼凭幸运与远见,在萨尔格利翁月倒数第五日出现在比雷埃夫斯。事前无人察觉;当舰队在近处被看见时,大家正准备把这些船当作托勒密的船只去接应,将军们醒悟已迟,纷纷赶来救援,混乱四起,正如人们猝不及防、被迫抵御登陆之敌时所常有的情形。因为德米特里发现港口未加封闭,驶入内港,已跃然于众人眼前;他在船上示意要求安静与肃静。
γενομένου δὲ τούτου κήρυκα παραστησάμενος ἀνεῖπεν ὅτι πέμψειεν3 αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ τοὺς Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρουρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.
肃静达成后,他让传令官立于身旁,宣告其父派遣他来,祈求吉祥,以解放雅典人、驱逐驻军,并将法律和祖传政制归还给他们。
- 8.1τούτου πόλεμον οὐδεὶς ἐπολέμησε τῶν βασιλέων καλλίω καὶ δικαιότερον
τούτου 为比较级形容词 καλλίω καὶ δικαιότερον 所要求的比较属格,在语境中指代这场战争或此次行动。πόλεμον 与动词 ἐπολέμησε 构成同族宾语。
- 8.4οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι
在 οἷον εἰκός (ἐστιν) 之后,ἀναγκαζομένων 为不带先行词的实质化分词,意为“被迫……的人们”;此处用属格,表示“在处于此种境况的人们之中自然产生的(骚乱)”。
- 8.5πέμψειεν
由历史时态主动词 ἀνεῖπεν 引出的间接引语从句中的斜相希求法(optativus obliquus),相当于直接引语中的不定过去式直陈语气(ἔπεμψε)。
