← 普鲁塔克

德米特里传

§10.1-10.4

雅典恢复民主政制与过度的崇奉

德米特里攻拆穆尼基亚要塞后进驻雅典,恢复了民主政制并承诺援助谷物与造船木材,但雅典人却以尊其为王、奉其为神等过度崇奉的举措,反使他变得骄横不堪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατέσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχομένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συναγαγὼν τὸν δῆμον ἀπέδωκε τὴν πάτριον πολιτείαν· καὶ προσυπέσχετο παρὰ τοῦ πατρὸς αὐτοῖς ἀφίξεσθαι σίτου πεντεκαίδεκα μυριάδας μεδίμνων καὶ ξύλων ναυπηγησίμων πλῆθος εἰς ἑκατὸν τριήρεις.

当他再度返回穆尼基亚扎营、逐出驻军并拆毁要塞之后,雅典人随即迎接并召唤他,于是他进入城内,召集民众,恢复了祖传的政制;他还向他们许诺,将从其父那里运来十五万麦狄姆诺斯的谷物,以及足敷建造一百艘三列桨座战船的大批造船木材。

§10.2

Ἀθηναῖοι δὲ ἀπολαβόντες τὴν δημοκρατίαν ἔτει πεντεκαιδεκάτῳ, τὸν δὲ μέσον χρόνον ἀπὸ τῶν Λαμιακῶν καὶ τῆς περὶ Κραννῶνα μάχης λόγῳ μὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ μοναρχικῆς καταστάσεως γενομένης1 διὰ τὴν τοῦ Φαληρέως δύναμιν, οὕτω λαμπρὸν ἐν ταῖς εὐεργεσίαις καὶ μέγαν φανέντα τὸν Δημήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαν τῶν τιμῶν ταῖς ἀμετρίαις ἃς ἐψηφίσαντο.

雅典人在第十五年恢复了民主政体——在自拉米亚战争和克兰农附近的战役以来的中间这段时期,由于法勒鲁姆的德米特里的权势,形成了一种名义上为寡头制、实质上为君主制的状态——然而,对于在施惠方面表现得如此辉煌而伟大的德米特里,他们却通过所表决通过的毫无节制的荣誉,使他变成了一个令人厌恶且沉重难耐的存在。

§10.3

πρῶτοι μὲν γὰρ ἀνθρώπων ἁπάντων τὸν Δημήτριον καὶ Ἀντίγονον βασιλεῖς ἀνηγόρευσαν, ἄλλως ἀφοσιουμένους τοὔνομα,2 καὶ τοῦτο δὴ μόνον τῶν βασιλικῶν ἔτι τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου περιεῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ ἀκοινώνητον· μόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς, καὶ τὸν ἐπώνυμον καὶ πάτριον ἄρχοντα καταπαύσαντες ἱερέα σωτήρων ἐχειροτόνουν καθʼ ἕκαστον ἐνιαυτόν· καὶ τοῦτον ἐπὶ τῶν ψηφισμάτων καὶ τῶν συμβολαίων προέγραφον.

因为他们在全人类中首开先例,将德米特里和安提柯尊奉为王,尽管他们自己原本还在回避这个称号,而这确实是腓力与亚历山大的后裔们似乎仍旧保有的、旁人不可染指且不可分享的唯一王室特权;他们也是唯一将他们二人载入铭文尊为“救主神”的人,并废除了祖传的纪年执政官,每年选出一位救主神的祭司,并在法令与契约的卷首冠以该祭司之名。

§10.4

ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ μετὰ τῶν θεῶν αὐτοὺς ἐψηφίσαντο· καὶ τὸν τόπον ὅπου πρῶτον ἀπέβη τοῦ ἅρματος, καθιερώσαντες καὶ βωμὸν ἐπιθέντες Δημητρίου Καταιβάτου3 προσηγόρευσαν· ταῖς δὲ φυλαῖς δύο προσέθεσαν, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ τὴν βουλὴν τῶν πεντακοσίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴ φυλῆς ἑκάστης πεντήκοντα βουλευτὰς παρεχομένης.

他们还表决通过将二人的肖像同诸神一起织入圣袍(佩普罗斯);并将德米特里最初从战车上下来的地方奉为圣地,设立祭坛,命名为“降临者德米特里”之坛;此外,他们还增加了德米特里亚斯和安提戈尼斯两个部落,并且由于每个部落提供五十名议员,从而将以前五百人的议事会扩展为六百人。

语法注3 条
  1. 10.2τὸν δὲ μέσον χρόνον ἀπὸ τῶν Λαμιακῶν καὶ τῆς περὶ Κραννῶνα μάχης λόγῳ μὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ μοναρχικῆς καταστάσεως γενομένης

    这是一个插入性结构,表示时间跨度的宾格(τὸν δὲ μέσον χρόνον)与介词短语 ἀπὸ τῶν Λαμιακῶν... 相连,并由属格独立结构 καταστάσεως γενομένης 补充说明。宾格表示“在中间这段时期”,而属格独立成分则具体阐明了该时期的政制实质。

  2. 10.3ἄλλως ἀφοσιουμένους τοὔνομα

    现在中动分词 ἀφοσιουμένους 与先行词 τὸν Δημήτριον καὶ Ἀντίγονον 一致。动词 ἀφοσιόομαι 意为“因神圣敬畏而推辞、回避”。副词 ἄλλως 意为“在其他方面”,表明这两位统治者此前在其他场合都谨慎克制、不敢僭称王号,视其为亚历山大直系后裔不可侵犯的特权。

  3. 10.4Δημητρίου Καταιβάτου

    短语 Δημητρίου Καταιβάτου 采用属格,作 προσηγόρευσαν 的补足语,依附于被省略的祭坛(βωμόν)或圣所。Καταιβάτης(降临者)原是用于降下雷霆的宙斯的称号,此处将德米特里走下战车的举动比作神祇的显圣降临,是对他的狂热神化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:10.1-10.4