- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:7.1-7.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里在化解纳巴泰远征的危机后,趁塞琉古不在突然袭击巴比伦尼亚并大肆劫掠,随后又火速解救了被托勒密围攻的哈利卡尔那索斯。
ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλουμένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶς ὁ Δημήτριος ἐκινδύνευσε μὲν εἰς τόπους ἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταραχθῆναι μηδʼ ἐκπλαγῆναι καταπληξάμενος τοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴν καὶ καμήλους ἑπτακοσίας παρʼ αὐτῶν ἀνεχώρησεν.
此后,德米特里奉命去征服被称为纳巴泰人的阿拉伯人,因陷入缺水之地而身处险境;但他既未慌乱也未惊恐,以此慑服了蛮族,并从他们那里缴获了大量战利品和七百峰骆驼后撤退。
ἐπεὶ δὲ Σέλευκος, ἐκπεσὼν μὲν ὑπὸ Ἀντιγόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερον δὲ ἀναλαβὼν τὴν ἀρχὴν δι’ αὑτοῦ καὶ κρατῶν, ἀνέβη μετὰ δυνάμεως, τὰ συνοροῦντα τοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασον ἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημήτριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίαν καὶ περάσας ἄφνω τὸν Εὐφράτην εἰς τὴν Βαβυλωνίαν παρεισπεσὼν ἔφθη,1 καὶ τῆς ἑτέρας ἄκρας (δύο γαρ ἦσαν) ἐκκρούσας τὴν τοῦ Σελεύκου φρουρὰν καὶ κρατήσας ἰδίους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας.
当时,塞琉古起初虽被安提柯逐出巴比伦尼亚,但后来靠自己的力量恢复了统治并牢牢掌握之;当他率军深入内地,企图降服毗邻印度人的各部族以及高加索周边的行省时,德米特里指望发现美索不达米亚空虚无备,便突然渡过幼发拉底河,先发制人潜入巴比伦尼亚;他将塞琉古的守军从其中一座卫城(因共有两座卫城)中驱逐出去并占领之,安排了自己的七千名士兵驻守其中。
ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύναντο τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ λαμβάνειν κελεύσας, ἐπανῆλθεν ἐπὶ θάλασσαν βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολιπών· ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς μηκέτι προσήκουσαν αὐτοῖς.2 Πτολεμαίου μέντοι πολιορκοῦντος Ἁλικαρνασὸν ὀξέως βοηθήσας ἐξήρπασε τὴν πόλιν.
接着,他吩咐士兵们将从该地能够抢夺或运走的一切财物尽数掠取,随后便撤回海边,结果反而让塞琉古的统治变得更加稳固;因为他通过蹂躏该地,显得像是放弃了它,仿佛它已不再属于他们似的。不过,当托勒密围攻哈利卡尔那索斯时,他迅速前往救援,解救了这座城镇。
- 7.2παρεισπεσὼν ἔφθη
动词 φθάνω 搭配分词 παρεισπεσών 构成的惯用句式,意为“抢先潜入”或“出其不意地闯入”。在长句结构上,承接以 Σέλευκος 为主语的 ἐπεὶ 引导的时间从句,主句主语 Δημήτριος 由分词 ἐλπίζων 与 περάσας 修饰,最终统领主要动词 ἔφθη。
- 7.3ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡς μηκέτι προσήκουσαν αὐτοῖς
τῷ κακοῦν 是表示手段的带冠词不定词与格(“通过蹂躏/破坏”)。短语 ὡς μηκέτι προσήκουσαν αὐτοῖς 中,ὡς 搭配分词宾格(独立宾格或与 κακοῦν 的隐含宾语一致,指代前文的 τὴν ἀρχήν),表示主观视点或表象(“仿佛它已不再属于他们似的”)。
