← 普鲁塔克

德米特里传

§6.1-6.3

击溃基勒斯并遣返托勒密部将

安提柯准许儿子再次独当一面作战,德米特里突袭俘获了托勒密的将领基勒斯及其全营。相比于战利品,德米特里更欣喜于获得报答托勒密恩情的机会,并在征得父亲同意后厚待遣返了基勒斯等人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις διαγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δὲ υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθʼ αὑτόν, ἀλλʼ ἀφῆκε. καὶ μετʼ οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης, Πτολεμαίου στρατηγός, μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον.

安提柯得知战况后说,托勒密战胜的不过是嘴上无毛的毛头小伙,如今将要重新与真正的男子汉较量;由于他不愿打击和挫伤儿子的志气,便没有反对儿子再次请求独自领军交战,而是准许了他。不久之后,托勒密的将领基勒斯率领一支精锐大军赶来,因德米特里先前战败而轻视他,意图将他驱逐出整个叙利亚。

§6.2

ὁ δʼ ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας ἔλαβεν αὐτῷ στρατηγῷ1 τὸ στρατόπεδον· καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλʼ οἷς ἀποδώσειν ἔμελλε,2 καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν, ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν.

然而,德米特里趁对方毫无防备突然发起袭击,使之陷入惊恐,将整个营垒连同将领一并俘获;他不仅生擒了七千名士兵,还夺取了巨额财物。不过,他获胜后所欣喜的,并非自己将要占有什么,而是自己将要送还什么;在这次胜利中,他所看重的与其说是财富或荣耀,不如说是对那一宽宏举动的清偿以及恩情的回报。

§6.3

οὐ μὴν αὐτογνωμόνως ταῦτα ἔπραξεν, ἀλλʼ ἔγραψε τῷ πατρί. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ φίλους αὐτοῦ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.

当然,他并未自作主张行事,而是修书向父亲禀报。父亲准许了他的请求,并吩咐他随心所欲处置一切,德米特里便厚赠基勒斯本人及其朋友,将他们遣返回去。这场挫败将托勒密逐出了叙利亚,并促使安提柯欣喜于胜利、渴望见到儿子而从凯莱奈下抵此地。

语法注2 条
  1. 6.2αὐτῷ στρατηγῷ

    不带介词的伴随与格(联合与格),在名词前加 αὐτός,构成表示“连同……一起”的习用结构,意为“将营垒连同将领一并攻取”。

  2. 6.2οὐχ οἷς ἕξειν, ἀλλʼ οἷς ἀποδώσειν ἔμελλε

    关系代词的格吸引现象:原先作为不定式宾语的宾格代词(ἅ),受到动词 ἔχαιρε 所要求的与格(先行词 τούτοις 省略)的吸引,变为与格 οἷς。不定式 ἕξειν 与 ἀποδώσειν 为随后未完成体动词 ἔμελλε 所统辖的将来不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:6.1-6.3